Show Greek
Hide Greek
Show English
Hide English


Κρατύλος
Print source: Platonis Opera, ed. John Burnet, Oxford University Press, 1903.

Electronic source: Perseus Digital Library
Cratylus
Print source: Plato in Twelve Volumes, Vol. 12 translated by Harold N. Fowler, Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1921.

Electronic source: Perseus Digital Library
383a
Ἑρμογένης:
βούλει οὖν καὶ Σωκράτει τῷδε ἀνακοινωσώμεθα τὸν λόγον;
Κρατύλος:
εἴ σοι δοκεῖ.
Ἑρμογένης:
Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστῳ τῶν ὄντων φύσει πεφυκυῖαν, καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν
383a
Hermogenes:
Here is Socrates; shall we take him as a partner in our discussion?
Cratylus:
If you like.
Hermogenes:
Cratylus, whom you see here, Socrates, says that everything has a right name of its own, which comes by nature, and that a name is not whatever people call a thing by agreement, just a piece of their own voice applied to the thing, but that there is a kind of inherent correctness in names, which is the same for all men,
383b
ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν. ἐρωτῶ οὖν αὐτὸν ἐγὼ εἰ αὐτῷ Κρατύλος τῇ ἀληθείᾳ ὄνομα [ἐστὶν ἢ οὔ]: ὁ δὲ ὁμολογεῖ. “τί δὲ Σωκράτει;” ἔφην. “Σωκράτης,” ἦ δ' ὅς. “οὐκοῦν καὶ τοῖς ἄλλοις ἀνθρώποις πᾶσιν, ὅπερ καλοῦμεν ὄνομα ἕκαστον, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;” ὁ δέ, “οὔκουν σοί γε,” ἦ δ' ὅς, “ὄνομα Ἑρμογένης, οὐδὲ ἂν πάντες καλῶσιν ἄνθρωποι.” καὶ ἐμοῦ ἐρωτῶντος καὶ προθυμουμένου εἰδέναι ὅτι ποτὲ
383b
both Greeks and barbarians. So I ask him whether his name is in truth Cratylus, and he agrees that it is. “And what is Socrates' name?” I said. “Socrates,” said he. “Then that applies to all men, and the particular name by which we call each person is his name?” And he said, “Well, your name is not Hermogenes,
even if all mankind call you so.” Now, though I am asking him
384a
λέγει, οὔτε ἀποσαφεῖ οὐδὲν εἰρωνεύεταί τε πρός με, προσποιούμενός τι αὐτὸς ἐν ἑαυτῷ διανοεῖσθαι ὡς εἰδὼς περὶ αὐτοῦ, ὃ εἰ βούλοιτο σαφῶς εἰπεῖν, ποιήσειεν ἂν καὶ ἐμὲ ὁμολογεῖν καὶ λέγειν ἅπερ αὐτὸς λέγει. εἰ οὖν πῃ ἔχεις συμβαλεῖν τὴν Κρατύλου μαντείαν, ἡδέως ἂν ἀκούσαιμι: μᾶλλον δὲ αὐτῷ σοι ὅπῃ δοκεῖ [ἔχειν] περὶ ὀνομάτων ὀρθότητος ἔτι ἂν ἥδιον πυθοίμην, εἴ σοι βουλομένῳ [ἐστίν].
Σωκράτης:
ὦ παῖ Ἱππονίκου Ἑρμόγενες, παλαιὰ παροιμία ὅτι
384a
and am exerting myself to find out what in the world he means, he does not explain himself at all; he meets me with dissimulation, claiming to have some special knowledge of his own about it which would, if he chose to speak it out clearly, make me agree entirely with him. Now if you could interpret Cratylus's oracular speech, I should like to hear you; or rather, I should like still better to hear, if you please, what you yourself think about the correctness of names.
Socrates:
Hermogenes, son of Hipponicus, there is an ancient saying
384b
χαλεπὰ τὰ καλά ἐστιν ὅπῃ ἔχει μαθεῖν: καὶ δὴ καὶ τὸ περὶ τῶν ὀνομάτων οὐ σμικρὸν τυγχάνει ὂν μάθημα. εἰ μὲν οὖν ἐγὼ ἤδη ἠκηκόη παρὰ Προδίκου τὴν πεντηκοντάδραχμον ἐπίδειξιν, ἣν ἀκούσαντι ὑπάρχει περὶ τοῦτο πεπαιδεῦσθαι, ὥς φησιν ἐκεῖνος, οὐδὲν ἂν ἐκώλυέν σε αὐτίκα μάλα εἰδέναι τὴν ἀλήθειαν περὶ ὀνομάτων ὀρθότητος: νῦν δὲ οὐκ ἀκήκοα,
384b
that knowledge of high things is hard to gain; and surely knowledge of names is no small matter. Now if I had attended Prodicus's fifty-drachma course of lectures, after which, as he himself says, a man has a complete education on this subject, there would be nothing to hinder your learning the truth about the correctness of names at once; but I have heard only the one-drachma course,
384c
ἀλλὰ τὴν δραχμιαίαν. οὔκουν οἶδα πῇ ποτε τὸ ἀληθὲς ἔχει περὶ τῶν τοιούτων: συζητεῖν μέντοι ἕτοιμός εἰμι καὶ σοὶ καὶ Κρατύλῳ κοινῇ. ὅτι δὲ οὔ φησί σοι Ἑρμογένη ὄνομα εἶναι τῇ ἀληθείᾳ, ὥσπερ ὑποπτεύω αὐτὸν σκώπτειν: οἴεται γὰρ ἴσως σε χρημάτων ἐφιέμενον κτήσεως ἀποτυγχάνειν ἑκάστοτε. ἀλλ', ὃ νυνδὴ ἔλεγον, εἰδέναι μὲν τὰ τοιαῦτα χαλεπόν, εἰς τὸ κοινὸν δὲ καταθέντας χρὴ σκοπεῖν εἴτε ὡς σὺ λέγεις ἔχει εἴτε ὡς Κρατύλος.
Ἑρμογένης:
καὶ μὴν ἔγωγε, ὦ Σώκρατες, πολλάκις δὴ καὶ τούτῳ διαλεχθεὶς καὶ ἄλλοις πολλοῖς, οὐ δύναμαι πεισθῆναι
384c
and so I do not know what the truth is about such matters. However, I am ready to join you and Cratylus in looking for it. But as for his saying that Hermogenes is not truly your name, I suspect he is making fun of you; for perhaps he thinks that you want to make money and fail every time. But, as I said, it is difficult to know such things. We must join forces and try to find out whether you are right, or Cratylus.
Hermogenes:
For my part, Socrates, I have often talked with Cratylus and many others,
384d
ὡς ἄλλη τις ὀρθότης ὀνόματος ἢ συνθήκη καὶ ὁμολογία. ἐμοὶ γὰρ δοκεῖ ὅτι ἄν τίς τῳ θῆται ὄνομα, τοῦτο εἶναι τὸ ὀρθόν: καὶ ἂν αὖθίς γε ἕτερον μεταθῆται, ἐκεῖνο δὲ μηκέτι καλῇ, οὐδὲν ἧττον τὸ ὕστερον ὀρθῶς ἔχειν τοῦ προτέρου, ὥσπερ τοῖς οἰκέταις ἡμεῖς μετατιθέμεθα [οὐδὲν ἧττον τοῦτ' εἶναι ὀρθὸν τὸ μετατεθὲν τοῦ πρότερον κειμένου]: οὐ γὰρ φύσει ἑκάστῳ πεφυκέναι ὄνομα οὐδὲν οὐδενί, ἀλλὰ νόμῳ καὶ ἔθει τῶν ἐθισάντων τε καὶ καλούντων. εἰ δέ πῃ ἄλλῃ
384d
and cannot come to the conclusion that there is any correctness of names other than convention and agreement. For it seems to me that whatever name you give to a thing is its right name; and if you give up that name and change it for another, the later name is no less correct than the earlier, just as we change the names of our servants; for I think no name belongs to any particular thing by nature, but only by the habit and custom of those who employ it and who established the usage.
384e
ἔχει, ἕτοιμος ἔγωγε καὶ μανθάνειν καὶ ἀκούειν οὐ μόνον παρὰ Κρατύλου, ἀλλὰ καὶ παρ' ἄλλου ὁτουοῦν.
384e
But if this is not the case, I am ready to hear and to learn from Cratylus or anyone else.
385a
Σωκράτης:
ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες: σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθ' ἑκάστῳ ὄνομα;
Ἑρμογένης:
ἔμοιγε δοκεῖ.
Σωκράτης:
καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;
Ἑρμογένης:
φημί.
Σωκράτης:
τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;
385a
Socrates:
It may be that you are right, Hermogenes; but let us see. Whatever name we decide to give each particular thing is its name?
Hermogenes:
Yes.
Socrates:
Whether the giver be a private person or a state?
Hermogenes:
Yes.
Socrates:
Well, then, suppose I give a name to some thing or other, designating, for instance, that which we now call “man” as “horse” and that which we now call “horse” as “man,” will the real name of the same thing be “man” for the public and “horse” for me individually, and in the other case “horse” for the public and “man” for me individually? Is that your meaning?
385b
Ἑρμογένης:
ἔμοιγε δοκεῖ.
Σωκράτης:
φέρε δή μοι τόδε εἰπέ: καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;
Ἑρμογένης:
ἔγωγε.
Σωκράτης:
οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ἆρ' οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής: ὃς δ' ἂν ὡς οὐκ ἔστιν, ψευδής;
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;
Ἑρμογένης:
πάνυ γε.
385b
Hermogenes:
Yes, that is my opinion.
Socrates:
Now answer this question. Is there anything which you call speaking the truth and speaking falsehood?
Hermogenes:
Yes.
Socrates:
Then there would be true speech and false speech?
Hermogenes:
Certainly.
Socrates:
Then that speech which says things as they are is true, and that which says them as they are not is false?
Hermogenes:
Yes.
Socrates:
It is possible, then, to say in speech that which is and that which is not?
Hermogenes:
Certainly.
Socrates:
But is true speech true only as a whole,
385c
Σωκράτης:
ὁ λόγος δ' ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δ' αὐτοῦ οὐκ ἀληθῆ;
Ἑρμογένης:
οὔκ, ἀλλὰ καὶ τὰ μόρια.
Σωκράτης:
πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ: ἢ πάντα;
Ἑρμογένης:
πάντα, οἶμαι ἔγωγε.
Σωκράτης:
ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;
Ἑρμογένης:
οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.
Σωκράτης:
καὶ τοῦτο [ὄνομα] ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἀληθές γε, ὡς φῄς.
Ἑρμογένης:
ναί.
Σωκράτης:
τὸ δὲ τοῦ ψεύδους μόριον οὐ ψεῦδος;
Ἑρμογένης:
φημί.
Σωκράτης:
ἔστιν ἄρα ὄνομα ψεῦδος καὶ ἀληθὲς λέγειν, εἴπερ καὶ λόγον;
385c
and are its parts untrue?
Hermogenes:
No, its parts also are true.
Socrates:
Are the large parts true, but not the small ones, or are all true?
Hermogenes:
All, in my opinion.
Socrates:
Is there, then, anything which you say is a smaller part of speech than a name?
Hermogenes:
No, that is the smallest.
Socrates:
And the name is spoken as a part of the true speech?
Hermogenes:
Yes.
Socrates:
Then it is, according to you, true.
Hermogenes:
Yes.
Socrates:
And a part of false speech is false, is it not?
Hermogenes:
It is.
Socrates:
Then it is possible to utter either a false or a true name, since one may utter speech that is either true or false?
385d
Ἑρμογένης:
πῶς γὰρ οὔ;
Σωκράτης:
ὃ ἂν ἄρα ἕκαστος φῇ τῳ ὄνομα εἶναι, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἦ καὶ ὁπόσα ἂν φῇ τις ἑκάστῳ ὀνόματα εἶναι, τοσαῦτα ἔσται καὶ τότε ὁπόταν φῇ;
Ἑρμογένης:
οὐ γὰρ ἔχω ἔγωγε, ὦ Σώκρατες, ὀνόματος ἄλλην ὀρθότητα ἢ ταύτην, ἐμοὶ μὲν ἕτερον εἶναι καλεῖν ἑκάστῳ ὄνομα, ὃ ἐγὼ ἐθέμην, σοὶ δὲ ἕτερον, ὃ αὖ σύ. οὕτω δὲ καὶ
385d
Hermogenes:
Yes, of course.
Socrates:
Then whatever each particular person says is the name of anything, that is its name for that person?
Hermogenes:
Yes.
Socrates:
And whatever the number of names anyone says a thing has, it will really have that number at the time when he says it?
Hermogenes:
Yes, Socrates, for I cannot conceive of any other kind of correctness in names than this; I may call a thing by one name, which I gave, and you by another, which you gave. And in the same way, I see that states have their own different names for the same things,
385e
ταῖς πόλεσιν ὁρῶ ἰδίᾳ [ἑκάσταισ] ἐνίοις ἐπὶ τοῖς αὐτοῖς κείμενα ὀνόματα, καὶ Ἕλλησι παρὰ τοὺς ἄλλους Ἕλληνας, καὶ Ἕλλησι παρὰ βαρβάρους.
Σωκράτης:
φέρε δὴ ἴδωμεν, ὦ Ἑρμόγενες, πότερον καὶ τὰ ὄντα οὕτως ἔχειν σοι φαίνεται, ἰδίᾳ αὐτῶν ἡ οὐσία εἶναι ἑκάστῳ, ὥσπερ Πρωταγόρας ἔλεγεν λέγων “πάντων χρημάτων
385e
and Greeks differ from other Greeks and from barbarians in their use of names.
Socrates:
Now, Hermogenes, let us see. Do you think this is true of the real things, that their reality is a separate one for each person, as Protagoras said with his doctrine
386a
μέτρον” εἶναι ἄνθρωπον—ὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγματα [εἶναι], τοιαῦτα μὲν ἔστιν ἐμοί: οἷα δ' ἂν σοί, τοιαῦτα δὲ σοί—ἢ ἔχειν δοκεῖ σοι αὐτὰ αὑτῶν τινα βεβαιότητα τῆς οὐσίας;
Ἑρμογένης:
ἤδη ποτὲ ἔγωγε, ὦ Σώκρατες, ἀπορῶν καὶ ἐνταῦθα ἐξηνέχθην εἰς ἅπερ Πρωταγόρας λέγει: οὐ πάνυ τι μέντοι μοι δοκεῖ οὕτως ἔχειν.
Σωκράτης:
τί δέ; ἐς τόδε ἤδη ἐξηνέχθης, ὥστε μὴ πάνυ σοι
386a
that man is the measure of all things—that things are to me such as they seem to me, and to you such as they seem to you—or do you think things have some fixed reality of their own?
Hermogenes:
It has sometimes happened to me, Socrates, to be so perplexed that I have been carried away even into this doctrine of Protagoras; but I do not at all believe he is right.
Socrates:
Well, have you ever been carried away so far
386b
δοκεῖν εἶναί τινα ἄνθρωπον πονηρόν;
Ἑρμογένης:
οὐ μὰ τὸν Δία, ἀλλὰ πολλάκις δὴ αὐτὸ πέπονθα, ὥστε μοι δοκεῖν πάνυ πονηροὺς εἶναί τινας ἀνθρώπους, καὶ μάλα συχνούς.
Σωκράτης:
τί δέ; πάνυ χρηστοὶ οὔπω σοι ἔδοξαν εἶναι [ἄνθρωποι];
Ἑρμογένης:
καὶ μάλα ὀλίγοι.
Σωκράτης:
ἔδοξαν δ' οὖν;
Ἑρμογένης:
ἔμοιγε.
Σωκράτης:
πῶς οὖν τοῦτο τίθεσαι; ἆρ' ὧδε: τοὺς μὲν πάνυ χρηστοὺς πάνυ φρονίμους, τοὺς δὲ πάνυ πονηροὺς πάνυ ἄφρονας;
386b
as not to believe at all that any man is bad?
Hermogenes:
Lord, no; but I have often been carried away into the belief that certain men, and a good many of them, are very bad.
Socrates:
Well, did you never think any were very good?
Hermogenes:
Very few.
Socrates:
But you did think them so?
Hermogenes:
Yes.
Socrates:
And what is your idea about that? Are the very good very wise and the very bad very foolish?
386c
Ἑρμογένης:
ἔμοιγε δοκεῖ οὕτως.
Σωκράτης:
οἷόν τε οὖν [ἐστιν], εἰ Πρωταγόρας ἀληθῆ ἔλεγεν καὶ ἔστιν αὕτη ἡ ἀλήθεια, τὸ οἷα ἂν δοκῇ ἑκάστῳ τοιαῦτα καὶ εἶναι, τοὺς μὲν ἡμῶν φρονίμους εἶναι, τοὺς δὲ ἄφρονας;
Ἑρμογένης:
οὐ δῆτα.
Σωκράτης:
καὶ ταῦτά γε, ὡς ἐγᾦμαι, σοὶ πάνυ δοκεῖ, φρονήσεως οὔσης καὶ ἀφροσύνης μὴ πάνυ δυνατὸν εἶναι Πρωταγόραν ἀληθῆ λέγειν: οὐδὲν γὰρ ἄν που τῇ ἀληθείᾳ ὁ ἕτερος τοῦ ἑτέρου φρονιμώτερος εἴη, εἴπερ ἃ ἂν ἑκάστῳ
386c
Hermogenes:
Yes, that is my opinion.
Socrates:
Now if Protagoras is right and the truth is as he says, that all things are to each person as they seem to him, is it possible for some of us to be wise and some foolish?
Hermogenes:
No, it is not.
Socrates:
And you are, I imagine, strongly of the opinion that if wisdom and folly exist, it is quite impossible that Protagoras is right, for one man would not in reality be at all wiser than another
386d
δοκῇ ἑκάστῳ ἀληθῆ ἔσται.
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
ἀλλὰ μὴν οὐδὲ κατ' Εὐθύδημόν γε οἶμαι σοὶ δοκεῖ πᾶσι πάντα ὁμοίως εἶναι ἅμα καὶ ἀεί: οὐδὲ γὰρ ἂν οὕτως εἶεν οἱ μὲν χρηστοί, οἱ δὲ πονηροί, εἰ ὁμοίως ἅπασι καὶ ἀεὶ ἀρετή τε καὶ κακία εἴη.
Ἑρμογένης:
ἀληθῆ λέγεις.
Σωκράτης:
οὐκοῦν εἰ μήτε πᾶσι πάντα ἐστὶν ὁμοίως ἅμα καὶ ἀεί, μήτε ἑκάστῳ ἰδίᾳ ἕκαστον [τῶν ὄντων ἐστίν], δῆλον δὴ
386d
if whatever seems to each person is really true to him.
Hermogenes:
Quite right.
Socrates:
But neither do you believe with Euthydemus that all things belong equally to all men at the same time and perpetually,
for on this assumption also some could not be good and others bad, if virtue and its opposite were always equally possessed by all.
Hermogenes:
True.
Socrates:
Then if neither all things belong equally to all men at the same time and perpetually nor each thing to each man individually, it is clear that things have some fixed reality of their own,
386e
ὅτι αὐτὰ αὑτῶν οὐσίαν ἔχοντά τινα βέβαιόν ἐστι τὰ πράγματα, οὐ πρὸς ἡμᾶς οὐδὲ ὑφ' ἡμῶν ἑλκόμενα ἄνω καὶ κάτω τῷ ἡμετέρῳ φαντάσματι, ἀλλὰ καθ' αὑτὰ πρὸς τὴν αὑτῶν οὐσίαν ἔχοντα ᾗπερ πέφυκεν.
Ἑρμογένης:
δοκεῖ μοι, ὦ Σώκρατες, οὕτω.
Σωκράτης:
πότερον οὖν αὐτὰ μὲν ἂν εἴη οὕτω πεφυκότα, αἱ δὲ πράξεις αὐτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον; ἢ οὐ καὶ αὗται ἕν τι εἶδος τῶν ὄντων εἰσίν, αἱ πράξεις;
Ἑρμογένης:
πάνυ γε καὶ αὗται.
386e
not in relation to us nor caused by us; they do not vary, swaying one way and another in accordance with our fancy, but exist of themselves in relation to their own reality imposed by nature.
Hermogenes:
I think, Socrates, that is the case.
Socrates:
Can things themselves, then, possess such a nature as this, and that of their actions be different? Or are not actions also a class of realities?
Hermogenes:
Certainly they are.
387a
Σωκράτης:
κατὰ τὴν αὑτῶν ἄρα φύσιν καὶ αἱ πράξεις πράττονται, οὐ κατὰ τὴν ἡμετέραν δόξαν. οἷον ἐάν τι ἐπιχειρήσωμεν ἡμεῖς τῶν ὄντων τέμνειν, πότερον ἡμῖν τμητέον [ἐστὶν] ἕκαστον ὡς ἂν ἡμεῖς βουλώμεθα καὶ ᾧ ἂν βουληθῶμεν, ἢ ἐὰν μὲν κατὰ τὴν φύσιν βουληθῶμεν ἕκαστον τέμνειν τοῦ τέμνειν τε καὶ τέμνεσθαι καὶ ᾧ πέφυκε, τεμοῦμέν τε καὶ πλέον τι ἡμῖν ἔσται καὶ ὀρθῶς πράξομεν τοῦτο, ἐὰν δὲ παρὰ φύσιν, ἐξαμαρτησόμεθά τε καὶ οὐδὲν πράξομεν;
387a
Socrates:
Then actions also are performed according to their own nature, not according to our opinion. For instance, if we undertake to cut anything, ought we to cut it as we wish, and with whatever instrument we wish, or shall we, if we are willing to cut each thing in accordance with the nature of cutting and being cut, and with the natural instrument, succeed in cutting it, and do it rightly, whereas if we try to do it contrary to nature we shall fail and accomplish nothing?
387b
Ἑρμογένης:
ἔμοιγε δοκεῖ οὕτω.
Σωκράτης:
οὐκοῦν καὶ ἐὰν κάειν τι ἐπιχειρήσωμεν, οὐ κατὰ πᾶσαν δόξαν δεῖ κάειν, ἀλλὰ κατὰ τὴν ὀρθήν; αὕτη δ' ἐστὶν ᾗ ἐπεφύκει ἕκαστον κάεσθαί τε καὶ κάειν καὶ ᾧ ἐπεφύκει;
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
οὐκοῦν καὶ τἆλλα οὕτω;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ἆρ' οὖν οὐ καὶ τὸ λέγειν μία τις τῶν πράξεών ἐστιν;
Ἑρμογένης:
ναί.
Σωκράτης:
πότερον οὖν ᾗ ἄν τῳ δοκῇ λεκτέον εἶναι, ταύτῃ
387b
Hermogenes:
I think the way is as you suggest.
Socrates:
Then, too, if we undertake to burn anything, we must burn not according to every opinion, but according to the right one? And that is as each thing naturally burns or is burned and with the natural instrument?
Hermogenes:
True.
Socrates:
And all other actions are to be performed In like manner?
Hermogenes:
Certainly.
Socrates:
And speaking is an action, is it not?
Hermogenes:
Yes.
Socrates:
Then if a man speaks as he fancies he ought to speak,
387c
λέγων ὀρθῶς λέξει, ἢ ἐὰν μὲν ᾗ πέφυκε τὰ πράγματα λέγειν τε καὶ λέγεσθαι καὶ ᾧ, ταύτῃ καὶ τούτῳ λέγῃ, πλέον τέ τι ποιήσει καὶ ἐρεῖ: ἂν δὲ μή, ἐξαμαρτήσεταί τε καὶ οὐδὲν ποιήσει;
Ἑρμογένης:
οὕτω μοι δοκεῖ ὡς λέγεις.
Σωκράτης:
οὐκοῦν τοῦ λέγειν μόριον τὸ ὀνομάζειν; διονομάζοντες γάρ που λέγουσι τοὺς λόγους.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
οὐκοῦν καὶ τὸ ὀνομάζειν πρᾶξίς [τίσ] ἐστιν, εἴπερ καὶ τὸ λέγειν πρᾶξίς τις ἦν περὶ τὰ πράγματα;
Ἑρμογένης:
ναί.
387c
will he speak rightly, or will he succeed in speaking if he speaks in the way and with the instrument in which and with which it is natural for us to speak and for things to be spoken, whereas otherwise he will fail and accomplish nothing?
Hermogenes:
I think the way you suggest is the right one.
Socrates:
Now naming is a part of speaking, for in naming I suppose people utter speech.
Hermogenes:
Certainly.
Socrates:
Then is not naming also a kind of action, if speaking is a kind of action concerned with things?
Hermogenes:
Yes.
387d
Σωκράτης:
αἱ δὲ πράξεις ἐφάνησαν ἡμῖν οὐ πρὸς ἡμᾶς οὖσαι, ἀλλ' αὑτῶν τινα ἰδίαν φύσιν ἔχουσαι;
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
οὐκοῦν καὶ ὀνομαστέον [ἐστὶν] ᾗ πέφυκε τὰ πράγματα ὀνομάζειν τε καὶ ὀνομάζεσθαι καὶ ᾧ, ἀλλ' οὐχ ᾗ ἂν ἡμεῖς βουληθῶμεν, εἴπερ τι τοῖς ἔμπροσθεν μέλλει ὁμολογούμενον εἶναι; καὶ οὕτω μὲν ἂν πλέον τι ποιοῖμεν καὶ ὀνομάζοιμεν, ἄλλως δὲ οὔ;
Ἑρμογένης:
φαίνεταί μοι.
Σωκράτης:
φέρε δή, ὃ ἔδει τέμνειν, ἔδει τῳ, φαμέν, τέμνειν;
Ἑρμογένης:
ναί.
387d
Socrates:
But we saw that actions are not merely relative to us, but possess a separate nature of their own?
Hermogenes:
True.
Socrates:
Then in naming also, if we are to be consistent with our previous conclusions, we cannot follow our own will, but the way and the instrument which the nature of things prescribes must be employed, must they not? And if we pursue this course we shall be successful in our naming, but otherwise we shall fail.
Hermogenes:
I think you are right.
Socrates:
And again, what has to be cut, we said, has to be cut with something.
Hermogenes:
Certainly.
387e
Σωκράτης:
καὶ ὃ ἔδει κερκίζειν, ἔδει τῳ κερκίζειν; καὶ ὃ ἔδει τρυπᾶν, ἔδει τῳ τρυπᾶν;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
καὶ ὃ ἔδει δὴ ὀνομάζειν, ἔδει τῳ ὀνομάζειν;
387e
Socrates:
And what has to be woven, has to be woven with something, and what has to be bored, has to be bored with something?
Hermogenes:
Certainly.
Socrates:
And then what has to be named, has to be named with something?
388a
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
τί δὲ ἦν ἐκεῖνο ᾧ ἔδει τρυπᾶν;
Ἑρμογένης:
τρύπανον.
Σωκράτης:
τί δὲ ᾧ κερκίζειν;
Ἑρμογένης:
κερκίς.
Σωκράτης:
τί δὲ ᾧ ὀνομάζειν;
Ἑρμογένης:
ὄνομα.
Σωκράτης:
εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
εἰ οὖν ἐγὼ ἐροίμην “τί ἦν ὄργανον ἡ κερκίς;” οὐχ ᾧ κερκίζομεν;
Ἑρμογένης:
ναί.
388a
Hermogenes:
True.
Socrates:
And what is that with which we have to bore?
Hermogenes:
A borer.
Socrates:
And that with which we weave?
Hermogenes:
A shuttle.
Socrates:
And that with which we must name?
Hermogenes:
A name.
Socrates:
Right. A name also, then, is a kind of instrument.
Hermogenes:
Certainly.
Socrates:
Then if I were to ask “What instrument is the shuttle?” Is it not that with which we weave?
Hermogenes:
Yes.
388b
Σωκράτης:
κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;
Ἑρμογένης:
ναί.
Σωκράτης:
οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;
Ἑρμογένης:
οὐκ ἔχω λέγειν.
Σωκράτης:
ἆρ' οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ᾗ ἔχει;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ
388b
Socrates:
And what do we do when we weave? Do we not separate the mingled threads of warp and woof?
Hermogenes:
Yes.
Socrates:
And you could give a similar answer about the borer and the rest, could you not?
Hermogenes:
Certainly.
Socrates:
And can you say something of the same kind about a name? The name being an instrument, what do we do with it when we name?
Hermogenes:
I cannot tell.
Socrates:
Do we not teach one another something, and separate things according to their natures?
Hermogenes:
Certainly.
Socrates:
A name is, then, an instrument of teaching and of separating reality,
388c
διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.
Ἑρμογένης:
ναί.
Σωκράτης:
ὑφαντικὸν δέ γε ἡ κερκίς;
Ἑρμογένης:
πῶς δ' οὔ;
Σωκράτης:
ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δ' ἐστὶν ὑφαντικῶς: διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δ' ἐστὶ διδασκαλικῶς.
Ἑρμογένης:
ναί.
Σωκράτης:
τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;
Ἑρμογένης:
τῷ τοῦ τέκτονος.
Σωκράτης:
πᾶς δὲ τέκτων ἢ ὁ τὴν τέχνην ἔχων;
Ἑρμογένης:
ὁ τὴν τέχνην.
388c
as a shuttle is an instrument of separating the web?
Hermogenes:
Yes.
Socrates:
But the shuttle is an instrument of weaving?
Hermogenes:
Of course.
Socrates:
The weaver, then, will use the shuttle well, and well means like a weaver; and a teacher will use a name well, and well means like a teacher.
Hermogenes:
Yes.
Socrates:
Whose work will the weaver use well when he uses the shuttle?
Hermogenes:
The carpenter's.
Socrates:
Is every one a carpenter, or he who has the skill?
Hermogenes:
He who has the skill.
388d
Σωκράτης:
τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;
Ἑρμογένης:
τῷ τοῦ χαλκέως.
Σωκράτης:
ἆρ' οὖν πᾶς χαλκεὺς ἢ ὁ τὴν τέχνην ἔχων;
Ἑρμογένης:
ὁ τὴν τέχνην.
Σωκράτης:
εἶεν. τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;
Ἑρμογένης:
οὐδὲ τοῦτ' ἔχω.
Σωκράτης:
οὐδὲ τοῦτό γ' ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;
Ἑρμογένης:
οὐ δῆτα.
Σωκράτης:
ἆρ' οὐχὶ ὁ νόμος δοκεῖ σοι [εἶναι] ὁ παραδιδοὺς αὐτά;
Ἑρμογένης:
ἔοικεν.
388d
Socrates:
And whose work will the hole-maker use when he uses the borer?
Hermogenes:
The smith's.
Socrates:
And is every one a smith, or he who has the skill?
Hermogenes:
He who has the skill.
Socrates:
And whose work will the teacher use when he uses the name?
Hermogenes:
I cannot tell that, either.
Socrates:
And can you not tell this, either, who gives us the names we use?
Hermogenes:
No.
Socrates:
Do you not think it is the law that gives them to us?
Hermogenes:
Very likely.
388e
Σωκράτης:
νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;
Ἑρμογένης:
δοκεῖ μοι.
Σωκράτης:
νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ ἢ ὁ τὴν τέχνην ἔχων;
Ἑρμογένης:
ὁ τὴν τέχνην.
Σωκράτης:
οὐκ ἄρα παντὸς ἀνδρός, ὦ Ἑρμόγενες, ὄνομα θέσθαι
388e
Socrates:
Then the teacher, when he uses a name, will be using the work of a lawgiver?
Hermogenes:
I think so.
Socrates:
Do you think every man is a lawgiver, or only he who has the skill?
Hermogenes:
He who has the skill.
Socrates:
Then it is not for every man, Hermogenes,
389a
[ἐστὶν] ἀλλά τινος ὀνοματουργοῦ: οὗτος δ' ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται.
Ἑρμογένης:
ἔοικεν.
Σωκράτης:
ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται: ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ; ἆρ' οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν;
Ἑρμογένης:
πάνυ γε.
389a
to give names, but for him who may be called the name-maker; and he, it appears, is the lawgiver, who is of all the artisans among men the rarest.
Hermogenes:
So it appears.
Socrates:
See now what the lawgiver has in view in giving names. Look at it in the light of what has gone before. What has the carpenter in view when he makes a shuttle? Is it not something the nature of which is to weave?
Hermogenes:
Certainly.
Socrates:
Well, then, if the shuttle breaks while he making it,
389b
Σωκράτης:
τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει;
Ἑρμογένης:
πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ.
Σωκράτης:
οὐκοῦν ἐκεῖνο δικαιότατ' ἂν αὐτὸ ὃ ἔστιν κερκὶς καλέσαιμεν;
Ἑρμογένης:
ἔμοιγε δοκεῖ.
Σωκράτης:
οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δ' ἑκάστῳ καλλίστη ἐπεφύκει,
389b
will he make another with his mind fixed on that which is broken, or on that form with reference to which he was making the one which he broke?
Hermogenes:
On that form, in my opinion.
Socrates:
Then we should very properly call that the absolute or real shuttle?
Hermogenes:
Yes, I think so.
Socrates:
Then whenever he has to make a shuttle for a light or a thick garment, or for one of linen or of wool or of any kind whatsoever, all of them must contain the form or ideal of shuttle,
389c
ταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον;
Ἑρμογένης:
ναί.
Σωκράτης:
καὶ περὶ τῶν ἄλλων δὴ ὀργάνων ὁ αὐτὸς τρόπος: τὸ φύσει ἑκάστῳ πεφυκὸς ὄργανον ἐξευρόντα δεῖ ἀποδοῦναι εἰς ἐκεῖνο ἐξ οὗ ἂν ποιῇ [τὸ ἔργον], οὐχ οἷον ἂν αὐτὸς βουληθῇ, ἀλλ' οἷον ἐπεφύκει. τὸ φύσει γὰρ ἑκάστῳ, ὡς ἔοικε, τρύπανον πεφυκὸς εἰς τὸν σίδηρον δεῖ ἐπίστασθαι τιθέναι.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
καὶ τὴν φύσει κερκίδα ἑκάστῳ πεφυκυῖαν εἰς ξύλον.
Ἑρμογένης:
ἔστι ταῦτα.
389c
and in each of his products he must embody the nature which is naturally best for each?
Hermogenes:
Yes.
Socrates:
And the same applies to all other instruments. The artisan must discover the instrument naturally fitted for each purpose and must embody that in the material of which he makes the instrument, not in accordance with his own will, but in accordance with its nature. He must, it appears, know how to embody in the iron the borer fitted by nature for each special use.
Hermogenes:
Certainly.
Socrates:
And he must embody in the wood the shuttle fitted by nature for each kind of weaving.
Hermogenes:
True.
389d
Σωκράτης:
φύσει γὰρ ἦν ἑκάστῳ εἴδει ὑφάσματος, ὡς ἔοικεν, ἑκάστη κερκίς, καὶ τἆλλα οὕτως.
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἆρ' οὖν, ὦ βέλτιστε, καὶ τὸ ἑκάστῳ φύσει πεφυκὸς ὄνομα τὸν νομοθέτην ἐκεῖνον εἰς τοὺς φθόγγους καὶ τὰς συλλαβὰς δεῖ ἐπίστασθαι τιθέναι, καὶ βλέποντα πρὸς αὐτὸ ἐκεῖνο ὃ ἔστιν ὄνομα, πάντα τὰ ὀνόματα ποιεῖν τε καὶ τίθεσθαι, εἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης; εἰ δὲ μὴ εἰς τὰς αὐτὰς συλλαβὰς ἕκαστος ὁ νομοθέτης τίθησιν, οὐδὲν
389d
Socrates:
For each kind of shuttle is, it appears, fitted by nature for its particular kind of weaving, and the like is true of other instruments.
Hermogenes:
Yes.
Socrates:
Then, my dear friend, must not the law-giver also know how to embody in the sounds and syllables that name which is fitted by nature for each object? Must he not make and give all his names with his eye fixed upon the absolute or ideal name, if he is to be an authoritative giver of names? And if different lawgivers do not embody it in the same syllables, we must not forget this ideal name on that account; for different smiths do not embody the form in the same iron,
389e
δεῖ τοῦτο ἀ<μφι>γνοεῖν: οὐδὲ γὰρ εἰς τὸν αὐτὸν σίδηρον ἅπας χαλκεὺς τίθησιν, τοῦ αὐτοῦ ἕνεκα ποιῶν τὸ αὐτὸ ὄργανον: ἀλλ' ὅμως, ἕως ἂν τὴν αὐτὴν ἰδέαν ἀποδιδῷ, ἐάντε
389e
though making the same instrument for the same purpose, but so long as they reproduce the same ideal,
390a
ἐν ἄλλῳ σιδήρῳ, ὅμως ὀρθῶς ἔχει τὸ ὄργανον, ἐάντε ἐνθάδε ἐάντε ἐν βαρβάροις τις ποιῇ. ἦ γάρ;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι;
Ἑρμογένης:
πάνυ γε.
390a
though it be in different iron, still the instrument is as it should be, whether it be made here or in foreign lands, is it not?
Hermogenes:
Certainly.
Socrates:
On this basis, then, you will judge the law-giver, whether he be here or in a foreign land, so long as he gives to each thing the proper form of the name, in whatsoever syllables, to be no worse lawgiver, whether here or anywhere else, will you not?
Hermogenes:
Certainly.
390b
Σωκράτης:
τίς οὖν ὁ γνωσόμενος εἰ τὸ προσῆκον εἶδος κερκίδος ἐν ὁποιῳοῦν ξύλῳ κεῖται; ὁ ποιήσας, ὁ τέκτων, ἢ ὁ χρησόμενος [ὁ] ὑφάντης;
Ἑρμογένης:
εἰκὸς μὲν μᾶλλον, ὦ Σώκρατες, τὸν χρησόμενον.
Σωκράτης:
τίς οὖν ὁ τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος; ἆρ' οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτ' εὖ εἴργασται εἴτε μή;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
τίς;
Ἑρμογένης:
ὁ κιθαριστής.
Σωκράτης:
τίς δὲ ὁ τῷ τοῦ ναυπηγοῦ;
390b
Socrates:
Now who is likely to know whether the proper form of shuttle is embodied in any piece of wood? The carpenter who made it, or the weaver who is to use it ?
Hermogenes:
Probably the one who is to use it, Socrates.
Socrates:
Then who is to use the work of the lyre-maker? Is not he the man who would know best how to superintend the making of the lyre and would also know whether it is well made or not when it is finished?
Hermogenes:
Certainly.
Socrates:
Who is he?
Hermogenes:
The lyre-player.
Socrates:
And who would know best about the work of the ship-builder?
390c
Ἑρμογένης:
κυβερνήτης.
Σωκράτης:
τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέ τ' ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις; ἆρ' οὐχ ὅσπερ χρήσεται;
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἆρ' οὖν οὐχ ὁ ἐρωτᾶν ἐπιστάμενος οὗτός ἐστιν;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ὁ δὲ αὐτὸς καὶ ἀποκρίνεσθαι;
Ἑρμογένης:
ναί.
Σωκράτης:
τὸν δὲ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ἐπιστάμενον ἄλλο τι σὺ καλεῖς ἢ διαλεκτικόν;
Ἑρμογένης:
οὔκ, ἀλλὰ τοῦτο.
390c
Hermogenes:
The navigator.
Socrates:
And who can best superintend the work of the lawgiver and judge of it when it is finished, both here and in foreign countries? The user, is it not?
Hermogenes:
Yes.
Socrates:
And is not this he who knows how to ask questions?
Hermogenes:
Certainly.
Socrates:
And the same one knows also how to make replies?
Hermogenes:
Yes.
Socrates:
And the man who knows how to ask and answer questions you call a dialectician?
Hermogenes:
Yes, that is what I call him.
390d
Σωκράτης:
τέκτονος μὲν ἄρα ἔργον ἐστὶν ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὀνόματα θήσεσθαι.
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει λέγων φύσει
390d
Socrates:
The work of the carpenter, then, is to make a rudder under the supervision of the steersman, if he rudder is to be a good one.
Hermogenes:
Evidently.
Socrates:
And the work of the lawgiver, as it seems, is to make a name, with the dialectician as his supervisor, if names are to be well given.
Hermogenes:
True.
Socrates:
Then, Hermogenes, the giving of names can hardly be, as you imagine, a trifling matter, or a task for trifling or casual persons: and Cratylus is right in saying that names belong to things by nature
390e
τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.
Ἑρμογένης:
οὐκ ἔχω, ὦ Σώκρατες, ὅπως χρὴ πρὸς ἃ λέγεις
390e
and that not every one is an artisan of names, but only he who keeps in view the name which belongs by nature to each particular thing and is able to embody its form in the letters and syllables.
Hermogenes:
I do not know how to answer you, Socrates; nevertheless it is not easy to change my conviction suddenly.
391a
ἐναντιοῦσθαι. ἴσως μέντοι οὐ ῥᾴδιόν ἐστιν οὕτως ἐξαίφνης πεισθῆναι, ἀλλὰ δοκῶ μοι ὧδε ἂν μᾶλλον πιθέσθαι σοι, εἴ μοι δείξειας ἥντινα φῂς εἶναι τὴν φύσει ὀρθότητα ὀνόματος.
Σωκράτης:
ἐγὼ μέν, ὦ μακάριε Ἑρμόγενες, οὐδεμίαν λέγω, ἀλλ' ἐπελάθου γε ὧν ὀλίγον πρότερον ἔλεγον, ὅτι οὐκ εἰδείην ἀλλὰ σκεψοίμην μετὰ σοῦ. νῦν δὲ σκοπουμένοις ἡμῖν, ἐμοί τε καὶ σοί, τοσοῦτον μὲν ἤδη φαίνεται παρὰ τὰ πρότερα, φύσει τέ τινα ὀρθότητα ἔχον εἶναι τὸ ὄνομα καὶ οὐ
391a
I think you would be more likely to convince me, if you were to show me just what it is that you say is the natural correctness of names.
Socrates:
I, my dear Hermogenes, do not say that there is any. You forget what I said a while ago, that I did not know, but would join you in looking for the truth. And now, as we are looking, you and I, we already see one thing we did not know before, that names do possess a certain natural correctness, and that not every man knows
391b
παντὸς ἀνδρὸς ἐπίστασθαι [καλῶσ] αὐτὸ πράγματι ὁτῳοῦν θέσθαι: ἢ οὔ;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
οὐκοῦν τὸ μετὰ τοῦτο χρὴ ζητεῖν, εἴπερ ἐπιθυμεῖς εἰδέναι, ἥτις ποτ' αὖ ἐστιν αὐτοῦ ἡ ὀρθότης.
Ἑρμογένης:
ἀλλὰ μὴν ἐπιθυμῶ γε εἰδέναι.
Σωκράτης:
σκόπει τοίνυν.
Ἑρμογένης:
πῶς οὖν χρὴ σκοπεῖν;
Σωκράτης:
ὀρθοτάτη μὲν τῆς σκέψεως, ὦ ἑταῖρε, μετὰ τῶν ἐπισταμένων, χρήματα ἐκείνοις τελοῦντα καὶ χάριτας κατατιθέμενον. εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ὁ ἀδελφός
391b
how to give a name well to anything whatsoever. Is not that true?
Hermogenes:
Certainly.
Socrates:
Then our next task is to try to find out, if you care to know about it, what kind of correctness that is which belongs to names.
Hermogenes:
To be sure I care to know.
Socrates:
Then investigate.
Hermogenes:
How shall I investigate?
Socrates:
The best way to investigate, my friend, is with the help of those who know; and you make sure of their favour by paying them money. They are the sophists,
391c
σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.
Ἑρμογένης:
ἄτοπος μεντἂν εἴη μου, ὦ Σώκρατες, ἡ δέησις, εἰ τὴν μὲν ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῇ τοιαύτῃ ἀληθείᾳ ῥηθέντα ἀγαπῴην ὥς του ἄξια.
Σωκράτης:
ἀλλ' εἰ μὴ αὖ σε ταῦτα ἀρέσκει, παρ' Ὁμήρου χρὴ
391c
from whom your brother Callias got his reputation for wisdom by paying them a good deal of money. But since you have not the control of your inheritance, you ought to beg and beseech your brother to teach you the correctness which he learned of Protagoras about such matters.
Hermogenes:
It would be an absurd request for me, Socrates, if I, who reject the Truth
of Protagoras altogether, should desire what is said in such a Truth, as if it were of any value.
Socrates:
Then if you do not like that,
391d
μανθάνειν καὶ παρὰ τῶν ἄλλων ποιητῶν.
Ἑρμογένης:
καὶ τί λέγει, ὦ Σώκρατες, Ὅμηρος περὶ ὀνομάτων, καὶ ποῦ;
Σωκράτης:
πολλαχοῦ: μέγιστα δὲ καὶ κάλλιστα ἐν οἷς διορίζει ἐπὶ τοῖς αὐτοῖς ἅ τε οἱ ἄνθρωποι ὀνόματα καλοῦσι καὶ οἱ θεοί. ἢ οὐκ οἴει αὐτὸν μέγα τι καὶ θαυμάσιον λέγειν ἐν τούτοις περὶ ὀνομάτων ὀρθότητος; δῆλον γὰρ δὴ ὅτι οἵ γε θεοὶ αὐτὰ καλοῦσιν πρὸς ὀρθότητα ἅπερ ἔστι φύσει ὀνόματα:
391d
you ought to learn from Homer and the other poets.
Hermogenes:
Why, Socrates, what does Homer say about names, and where?
Socrates:
In many passages; but chiefly and most admirably in those in which he distinguishes between the names by which gods and men call the same things. Do you not think he gives in those passages great and wonderful information about the correctness of names? For clearly the gods call things
391e
ἢ σὺ οὐκ οἴει;
Ἑρμογένης:
εὖ οἶδα μὲν οὖν ἔγωγε, εἴπερ καλοῦσιν, ὅτι ὀρθῶς καλοῦσιν. ἀλλὰ ποῖα ταῦτα λέγεις;
Σωκράτης:
οὐκ οἶσθα ὅτι περὶ τοῦ ποταμοῦ τοῦ ἐν τῇ Τροίᾳ, ὃς ἐμονομάχει τῷ Ἡφαίστῳ, “ὃν Ξάνθον,” φησί, “καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον;”
Ἑρμογένης:
ἔγωγε.
391e
by the names that are naturally right. Do you not think so?
Hermogenes:
Of course I know that if they call things, they call them rightly. But what are these instances to which you refer?
Socrates:
Do you not know that he says about the river in Troy which had the single combat with Hephaestus,
“whom the gods call Xanthus, but men call Scamander” ?
Hermogenes:
Oh yes.
392a
Σωκράτης:
τί οὖν δή; οὐκ οἴει τοῦτο σεμνόν τι εἶναι γνῶναι, ὅπῃ ποτὲ ὀρθῶς ἔχει ἐκεῖνον τὸν ποταμὸν Ξάνθον καλεῖν μᾶλλον ἢ Σκάμανδρον; εἰ δὲ βούλει, περὶ τῆς ὄρνιθος ἣν λέγει ὅτι— “χαλκίδα κικλῄσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν,” φαῦλον ἡγῇ τὸ μάθημα ὅσῳ ὀρθότερόν ἐστι καλεῖσθαι χαλκὶς κυμίνδιδος τῷ αὐτῷ ὀρνέῳ; ἢ τὴν Βατίειάν τε καὶ Μυρίνην,
392a
Socrates:
Well, do you not think this is a grand thing to know, that the name of that river is rightly Xanthus, rather than Scamander? Or, if you like, do you think it is a slight thing to learn about the bird which he says “gods call chalcis, but men call cymindis,” that it is much more correct for the same bird to be called chalcis than cymindis? Or to learn that the hill men call Batieia is called by the gods Myrina's tomb,
and many other such statements by Homer and other poets?
392b
καὶ ἄλλα πολλὰ καὶ τούτου τοῦ ποιητοῦ καὶ ἄλλων; ἀλλὰ ταῦτα μὲν ἴσως μείζω ἐστὶν ἢ κατ' ἐμὲ καὶ σὲ ἐξευρεῖν: ὁ δὲ Σκαμάνδριός τε καὶ ὁ Ἀστυάναξ ἀνθρωπινώτερον διασκέψασθαι, ὡς ἐμοὶ δοκεῖ, καὶ ῥᾷον, ἅ φησιν ὀνόματα εἶναι τῷ τοῦ Ἕκτορος ὑεῖ, τίνα ποτὲ λέγει τὴν ὀρθότητα αὐτῶν. οἶσθα γὰρ δήπου ταῦτα τὰ ἔπη ἐν οἷς ἔνεστιν ἃ ἐγὼ λέγω.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
πότερον οὖν οἴει Ὅμηρον ὀρθότερον ἡγεῖσθαι τῶν ὀνομάτων κεῖσθαι τῷ παιδί, τὸν “Ἀστυάνακτα” ἢ τὸν “Σκαμάνδριον”;
392b
But perhaps these matters are too high for us to understand; it is, I think, more within human power to investigate the names Scamandrius and Astyanax, and understand what kind of correctness he ascribes to these, which he says are the names of Hector's son. You recall, of course: the lines which contain the words to which I refer.
Hermogenes:
Certainly.
Socrates:
Which of the names of the boy do you imagine Homer thought was more correct, Astyanax or Scamandrius?
392c
Ἑρμογένης:
οὐκ ἔχω λέγειν.
Σωκράτης:
ὧδε δὴ σκόπει. εἴ τις ἔροιτό σε πότερον οἴει ὀρθότερον καλεῖν τὰ ὀνόματα τοὺς φρονιμωτέρους ἢ τοὺς ἀφρονεστέρους;
Ἑρμογένης:
δῆλον δὴ ὅτι τοὺς φρονιμωτέρους, φαίην ἄν.
Σωκράτης:
πότερον οὖν αἱ γυναῖκες ἐν ταῖς πόλεσιν φρονιμώτεραί σοι δοκοῦσιν εἶναι ἢ οἱ ἄνδρες, ὡς τὸ ὅλον εἰπεῖν γένος;
Ἑρμογένης:
οἱ ἄνδρες.
Σωκράτης:
οὐκοῦν οἶσθα ὅτι Ὅμηρος τὸ παιδίον τὸ τοῦ Ἕκτορος
392c
Hermogenes:
I cannot say.
Socrates:
Look at it in this way: suppose you were asked, “Do the wise or the unwise give names more correctly?”
Hermogenes:
“The wise, obviously,” I should say.
Socrates:
And do you think the women or the men of a city, regarded as a class in general, are the wiser?
Hermogenes:
The men.
Socrates:
And do you not know that Homer says the child of Hector was called Astyanax by the men of Troy;
392d
ὑπὸ τῶν Τρώων φησὶν καλεῖσθαι Ἀστυάνακτα, Σκαμάνδριον δὲ δῆλον ὅτι ὑπὸ τῶν γυναικῶν, ἐπειδὴ οἵ γε ἄνδρες αὐτὸν Ἀστυάνακτα ἐκάλουν;
Ἑρμογένης:
ἔοικέ γε.
Σωκράτης:
οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο ἢ τὰς γυναῖκας αὐτῶν;
Ἑρμογένης:
οἶμαι ἔγωγε.
Σωκράτης:
τὸν “Ἀστυάνακτα” ἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ ἢ τὸν “Σκαμάνδριον”;
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
σκοπῶμεν δὴ διὰ τί ποτε. ἢ αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι; φησὶν γάρ—
392d
so he must have been called Scamandrius by the women, since the men called him Astyanax?
Hermogenes:
Yes, probably.
Socrates:
And Homer too thought the Trojan men were wiser than the women?
Hermogenes:
I suppose he did.
Socrates:
Then he thought Astyanax was more rightly the boy's name than Scamandrius?
Hermogenes:
So it appears.
Socrates:
Let us, then, consider the reason for this. Does he not himself indicate the reason most admirably? For he says—
392e
“οἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά.” διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ὃ ἔσῳζεν ὁ πατὴρ αὐτοῦ, ὥς φησιν Ὅμηρος.
Ἑρμογένης:
φαίνεταί μοι.
Σωκράτης:
τί δή ποτε; οὐ γάρ πω οὐδ' αὐτὸς ἔγωγε μανθάνω: ὦ Ἑρμόγενες, σὺ δὲ μανθάνεις;
Ἑρμογένης:
μὰ Δί' οὐκ ἔγωγε.
392e
“He alone defended their city and long walls.”
Therefore, as it seems, it is right to call the son of the defender Astyanax (Lord of the city), ruler of that which his father, as Homer says, defended.
Hermogenes:
That is clear to me.
Socrates:
Indeed? I do not yet understand about it myself, Hermogenes. Do you?
Hermogenes:
No, by Zeus, I do not.
393a
Σωκράτης:
ἀλλ' ἆρα, ὠγαθέ, καὶ τῷ Ἕκτορι αὐτὸς ἔθετο τὸ ὄνομα Ὅμηρος;
Ἑρμογένης:
τί δή;
Σωκράτης:
ὅτι μοι δοκεῖ καὶ τοῦτο παραπλήσιόν τι εἶναι τῷ Ἀστυάνακτι, καὶ ἔοικεν Ἑλληνικοῖς ταῦτα [τὰ ὀνόματα]. ὁ γὰρ “ἄναξ” καὶ ὁ “Ἕκτωρ” σχεδόν τι ταὐτὸν σημαίνει, βασιλικὰ ἀμφότερα εἶναι τὰ ὀνόματα: οὗ γὰρ ἄν τις “ἄναξ” ᾖ, καὶ “Ἕκτωρ” δήπου ἐστὶν τούτου: δῆλον γὰρ ὅτι κρατεῖ
393a
Socrates:
But, my good friend, did not Homer himself also give Hector his name?
Hermogenes:
Why do you ask that?
Socrates:
Because that name seems to me similar to Astyanax, and both names seem to be Greek. For lord (
) and holder (
) mean nearly the same thing, indicating that they are names of a king; for surely a man is holder of that of which he is lord; for it is clear that he rules it and possesses it and holds it.
393b
τε αὐτοῦ καὶ κέκτηται καὶ ἔχει αὐτό. ἢ οὐδέν σοι δοκῶ λέγειν, ἀλλὰ λανθάνω καὶ ἐμαυτὸν οἰόμενός τινος ὥσπερ ἴχνους ἐφάπτεσθαι τῆς Ὁμήρου δόξης περὶ ὀνομάτων ὀρθότητος;
Ἑρμογένης:
μὰ Δί' οὐ σύ γε, ὡς ἐμοὶ δοκεῖς, ἀλλὰ ἴσως τοῦ ἐφάπτῃ.
Σωκράτης:
δίκαιόν γέ τοί ἐστιν, ὡς ἐμοὶ φαίνεται, τὸν λέοντος ἔκγονον λέοντα καλεῖν καὶ τὸν ἵππου ἔκγονον ἵππον. οὔ τι λέγω ἐὰν ὥσπερ τέρας γένηται ἐξ ἵππου ἄλλο τι ἢ ἵππος,
393b
Or does it seem to you that there is nothing in what I am saying, and am I wrong in imagining that I have found a clue to Homer's opinion about the correctness of names?
Hermogenes:
No, by Zeus, you are not wrong, in my opinion; I think perhaps you have found a clue.
Socrates:
It is right, I think, to call a lion's offspring a lion and a horse's offspring a horse. I am not speaking of prodigies, such as the birth of some other kind of creature from a horse,
393c
ἀλλ' οὗ ἂν ᾖ τοῦ γένους ἔκγονον τὴν φύσιν, τοῦτο λέγω: ἐὰν βοὸς ἔκγονον φύσει ἵππος παρὰ φύσιν τέκῃ μόσχον, οὐ πῶλον κλητέον ἀλλὰ μόσχον: οὐδ' ἂν ἐξ ἀνθρώπου οἶμαι μὴ τὸ ἀνθρώπου ἔκγονον γένηται, [ἀλλ' ὃ ἂν] τὸ ἔκγονον ἄνθρωπος κλητέος: καὶ τὰ δένδρα ὡσαύτως καὶ τἆλλα ἅπαντα: ἢ οὐ συνδοκεῖ;
Ἑρμογένης:
συνδοκεῖ.
Σωκράτης:
καλῶς λέγεις: φύλαττε γάρ με μή πῃ παρακρούσωμαί σε. κατὰ γὰρ τὸν αὐτὸν λόγον κἂν ἐκ βασιλέως γίγνηταί τι
393c
but of the natural offspring of each species after its kind. If a horse, contrary to nature, should bring forth a calf, the natural offspring of a cow, it should be called a calf, not a colt, nor if any offspring that is not human should be born from a human being, should that other offspring be called a human being; and the same applies to trees and all the rest. Do you not agree?
Hermogenes:
Yes.
Socrates:
Good; but keep watch of me, and do not let me trick you; for by the same argument any offspring of a king should be called a king;
393d
ἔκγονον, βασιλεὺς κλητέος: εἰ δὲ ἐν ἑτέραις συλλαβαῖς ἢ ἐν ἑτέραις τὸ αὐτὸ σημαίνει, οὐδὲν πρᾶγμα: οὐδ' εἰ πρόσκειταί τι γράμμα ἢ ἀφῄρηται, οὐδὲν οὐδὲ τοῦτο, ἕως ἂν ἐγκρατὴς ᾖ ἡ οὐσία τοῦ πράγματος δηλουμένη ἐν τῷ ὀνόματι.
Ἑρμογένης:
πῶς τοῦτο λέγεις;
Σωκράτης:
οὐδὲν ποικίλον, ἀλλ' ὥσπερ τῶν στοιχείων οἶσθα ὅτι ὀνόματα λέγομεν ἀλλ' οὐκ αὐτὰ τὰ στοιχεῖα, πλὴν τεττάρων, τοῦ Ε καὶ τοῦ Υ καὶ τοῦ Ο καὶ τοῦ Ω: τοῖς δ'
393d
and whether the same meaning is expressed in one set of syllables or another makes no difference; and if a letter is added or subtracted, that does not matter either, so long as the essence of the thing named remains in force and is made plain in the name.
Hermogenes:
What do you mean?
Socrates:
Something quite simple. For instance, when we speak of the letters of the alphabet, you know, we speak their names, not merely the letters themselves, except in the case of four,
.
393e
ἄλλοις φωνήεσί τε καὶ ἀφώνοις οἶσθα ὅτι περιτιθέντες ἄλλα γράμματα λέγομεν, ὀνόματα ποιοῦντες: ἀλλ' ἕως ἂν αὐτοῦ δηλουμένην τὴν δύναμιν ἐντιθῶμεν, ὀρθῶς ἔχει ἐκεῖνο τὸ ὄνομα καλεῖν ὃ αὐτὸ ἡμῖν δηλώσει. οἷον τὸ “βῆτα”: ὁρᾷς ὅτι τοῦ ἦτα καὶ τοῦ ταῦ καὶ τοῦ ἄλφα προστεθέντων οὐδὲν ἐλύπησεν, ὥστε μὴ οὐχὶ τὴν ἐκείνου τοῦ στοιχείου φύσιν δηλῶσαι ὅλῳ τῷ ὀνόματι οὗ ἐβούλετο ὁ νομοθέτης: οὕτως ἠπιστήθη καλῶς θέσθαι τοῖς γράμμασι τὰ ὀνόματα.
Ἑρμογένης:
ἀληθῆ μοι δοκεῖς λέγειν.
393e
We make names for all the other vowels and consonants by adding other letters to them; and so long as we include the letter in question and make its force plain, we may properly call it by that name, and that will designate it for us. Take beta, for instance, The addition of e(
), t(
), a(
) does no harm and does not prevent the whole name from making clear the nature of that letter which the lawgiver wished to designate; he knew so well how to give names to letters.
Hermogenes:
I think you are right.
Socrates:
Does not the same reasoning apply to a king?
394a
Σωκράτης:
οὐκοῦν καὶ περὶ βασιλέως ὁ αὐτὸς λόγος; ἔσται γάρ ποτε ἐκ βασιλέως βασιλεύς, καὶ ἐξ ἀγαθοῦ ἀγαθός, καὶ ἐκ καλοῦ καλός, καὶ τἆλλα πάντα οὕτως, ἐξ ἑκάστου γένους ἕτερον τοιοῦτον ἔκγονον, ἐὰν μὴ τέρας γίγνηται: κλητέον δὴ ταὐτὰ ὀνόματα. ποικίλλειν δὲ ἔξεστι ταῖς συλλαβαῖς, ὥστε δόξαι ἂν τῷ ἰδιωτικῶς ἔχοντι ἕτερα εἶναι ἀλλήλων τὰ αὐτὰ ὄντα: ὥσπερ ἡμῖν τὰ τῶν ἰατρῶν φάρμακα χρώμασιν καὶ ὀσμαῖς πεποικιλμένα ἄλλα φαίνεται τὰ αὐτὰ ὄντα, τῷ δέ γε
394a
A king's son will probably be a king, a good man's good, a handsome man's handsome, and so forth; the offspring of each class will be of the same class, unless some unnatural birth takes place; so they should be called by the same names. But variety in the syllables is admissible, so that names which are the same appear different to the uninitiated, just as the physicians' drugs, when prepared with various colors and perfumes, seem different to us, though they are the same, but to the physician,
394b
ἰατρῷ, ἅτε τὴν δύναμιν τῶν φαρμάκων σκοπουμένῳ, τὰ αὐτὰ φαίνεται, καὶ οὐκ ἐκπλήττεται ὑπὸ τῶν προσόντων. οὕτω δὲ ἴσως καὶ ὁ ἐπιστάμενος περὶ ὀνομάτων τὴν δύναμιν αὐτῶν σκοπεῖ, καὶ οὐκ ἐκπλήττεται εἴ τι πρόσκειται γράμμα ἢ μετάκειται ἢ ἀφῄρηται, ἢ καὶ ἐν ἄλλοις παντάπασιν γράμμασίν ἐστιν ἡ τοῦ ὀνόματος δύναμις. ὥσπερ ὃ νυνδὴ ἐλέγομεν, “Ἀστυάναξ” τε καὶ “Ἕκτωρ” οὐδὲν τῶν αὐτῶν
394b
who considers only their medicinal value, they seem the same, and he is not confused by the additions. So perhaps the man who knows about names considers their value and is not confused if some letter is added, transposed, or subtracted, or even if the force of the name is expressed in entirely different letters. So, for instance, in the names we were just discussing, Astyanax and Hector, none of the letters is the same, except T,
394c
γραμμάτων ἔχει πλὴν τοῦ ταῦ, ἀλλ' ὅμως ταὐτὸν σημαίνει. καὶ “Ἀρχέπολίσ” γε τῶν μὲν γραμμάτων τί ἐπικοινωνεῖ; δηλοῖ δὲ ὅμως τὸ αὐτό: καὶ ἄλλα πολλά ἐστιν ἃ οὐδὲν ἀλλ' ἢ βασιλέα σημαίνει: καὶ ἄλλα γε αὖ στρατηγόν, οἷον “Ἆγισ” καὶ “Πολέμαρχοσ” καὶ “Εὐπόλεμοσ”. καὶ ἰατρικά γε ἕτερα, “Ἰατροκλῆσ” καὶ “Ἀκεσίμβροτοσ”: καὶ ἕτερα ἂν ἴσως συχνὰ εὕροιμεν ταῖς μὲν συλλαβαῖς καὶ τοῖς γράμμασι διαφωνοῦντα, τῇ δὲ δυνάμει ταὐτὸν φθεγγόμενα. φαίνεται οὕτως ἢ οὔ;
394c
but nevertheless they have the same meaning. And what letters has Archepolis (ruler of the city) in common with them? Yet it means the same thing; and there are many other names which mean simply “king.” Others again mean “general,” such as Agis (leader), Polemarchus (war-lord), and Eupolemus (good warrior); and others indicate physicians, as Iatrocles (famous physician) and Acesimbrotus (healer of mortals); and we might perhaps find many others which differ in syllables and letters, but express the same meaning. Do you think that is true, or not?
394d
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
τοῖς μὲν δὴ κατὰ φύσιν γιγνομένοις τὰ αὐτὰ ἀποδοτέον ὀνόματα.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
τί δὲ τοῖς παρὰ φύσιν, οἳ ἂν ἐν τέρατος εἴδει γένωνται; οἷον ὅταν ἐξ ἀνδρὸς ἀγαθοῦ καὶ θεοσεβοῦς ἀσεβὴς γένηται, ἆρ' οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν, κἂν ἵππος βοὸς ἔκγονον τέκῃ, οὐ τοῦ τεκόντος δήπου ἔδει τὴν ἐπωνυμίαν ἔχειν, ἀλλὰ τοῦ γένους οὗ εἴη;
Ἑρμογένης:
πάνυ γε.
394d
Hermogenes:
Certainly.
Socrates:
To those, then, who are born in accordance with nature the same names should be given.
Hermogenes:
Yes.
Socrates:
And how about those who are born contrary to nature as prodigies? For instance, when an impious son is born to a good and pious man, ought he not, as in our former example when a mare brought forth a calf, to have the designation of the class to which he belongs, instead of that of his parent?
Hermogenes:
Certainly.
394e
Σωκράτης:
καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον.
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
οὐ “Θεόφιλον,” ὡς ἔοικεν, οὐδὲ “Μνησίθεον” οὐδὲ τῶν τοιούτων οὐδέν: ἀλλ' ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα.
Ἑρμογένης:
παντός γε μᾶλλον, ὦ Σώκρατες.
Σωκράτης:
ὥσπερ γε καὶ ὁ “Ὀρέστης,” ὦ Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ ὀρεινὸν ἐνδεικνύμενος τῷ ὀνόματι.
394e
Socrates:
Then the impious son of a pious father ought to receive the name of his class.
Hermogenes:
True.
Socrates:
Not Theophilus (beloved of God) or Mnesitheus (mindful of God) or anything of that sort; but something of opposite meaning, if names are correct.
Hermogenes:
Most assuredly, Socrates.
Socrates:
As the name of Orestes (mountain man) is undoubtedly correct, Hermogenes, whether it was given him by chance or by some poet who indicated by the name the fierceness, rudeness, and mountain-wildness of his nature.
395a
Ἑρμογένης:
φαίνεται οὕτως, ὦ Σώκρατες.
Σωκράτης:
ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι ὁ “Ἀγαμέμνων,” οἷος ἃ δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι δι' ἀρετήν. σημεῖον δὲ αὐτοῦ ἡ ἐν Τροίᾳ μονὴ τοῦ πάθους τε καὶ καρτερίας. ὅτι οὖν ἀγαστὸς κατὰ
395a
Hermogenes:
So it seems, Socrates.
Socrates:
And his father's name also appears to be in accordance with nature.
Hermogenes:
It seems so.
Socrates:
Yes, for Agamemnon (admirable for remaining) is one who would resolve to toil to the end and to endure, putting the finish upon his resolution by virtue. And a proof of this is his long retention of the host at Troy and his endurance. So the name Agamemnon denotes that this man is admirable for remaining.
395b
τὴν ἐπιμονὴν οὗτος ὁ ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα ὁ “Ἀγαμέμνων.” ἴσως δὲ καὶ ὁ “Ἀτρεὺσ” ὀρθῶς ἔχει. ὅ τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ ἃ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ ἀτηρὰ πρὸς ἀρετήν. ἡ οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός: τοῖς δ' ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ ὃ βούλεται ὁ “Ἀτρεύς.” καὶ γὰρ κατὰ τὸ ἀτειρὲς καὶ
395b
And so, too, the name of Atreus is likely to be correct; for his murder of Chrysippus and the cruelty of his acts to Thyestes are all damaging and ruinous (
) to his virtue. Now the form of his name is slightly deflected and hidden, so that it does not make the man's nature plain to every one; but to those who understand about names it makes the meaning of Atreus plain enough; for indeed
395c
κατὰ τὸ ἄτρεστον καὶ κατὰ τὸ ἀτηρὸν πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται. δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι: σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα [ἄξιον εἶναι ταύτης τῆς ἐπωνυμίασ].
Ἑρμογένης:
πῶς δή;
Σωκράτης:
οἷόν που καὶ κατ' ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵου τε γενέσθαι προνοηθῆναι οὐδὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ
395c
in view of his stubbornness (
) and fearlessness (
) and ruinous acts (
) the name is correctly given to him on every ground. And I think Pelops also has a fitting name; for this name means that he who sees only what is near deserves this designation.
Hermogenes:
How is that?
Socrates:
Why it is said of him that in murdering Myrtilus he was quite unable to forecast or foresee the ultimate effects upon his whole race, and all the misery with which it was overwhelmed,
395d
δυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆμα—τοῦτο δ' ἐστὶ “πέλασ” —ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον. τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα.
Ἑρμογένης:
τὰ ποῖα ταῦτα;
Σωκράτης:
ἅ τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος ἡ πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ἡ ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου
395d
because he saw only the near at hand and the immediate— that is to say,
(near)—in his eagerness to win by all means the hand of Hippodameia. And any one would think the name of Tantalus was given rightly and in accordance with nature, if the stories about him are true.
Hermogenes:
What are the stories?
Socrates:
The many terrible misfortunes that happened to him both in his life, the last of which was the utter overthrow of his country, and in Hades, after his death,
395e
ταλαντεία θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι: καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις βουλόμενος ταλάντατον ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντ' ἐκείνου “Τάνταλον,” τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι ἡ τύχη τῆς φήμης. φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ
395e
the balancing (
) of the stone above his head, in wonderful agreement with his name; and it seems exactly as if someone who wished to call him most wretched (
) disguised the name and said Tantalus instead; in some such way as that chance seems to have affected his name in the legend. And his father also, who is said to be Zeus, appears to have a very excellent name, but it is not easy to understand;
396a
παγκάλως τὸ ὄνομα κεῖσθαι: ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι. ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα— οἱ μὲν γὰρ “Ζῆνα,” οἱ δὲ “Δία” καλοῦσιν—συντιθέμενα δ' εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων. συμβαίνει οὖν ὀρθῶς
396a
for the name of Zeus is exactly like a sentence; we divide it into two parts, and some of us use one part, others the other; for some call him Zena (
), and others Dia (
); but the two in combination express the nature of the god, which is just what we said a name should be able to do. For certainly no one is so much the author of life (
) for us and all others as the ruler and king of all.
396b
ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι, δι' ὃν ζῆν ἀεὶ πᾶσι τοῖς ζῶσιν ὑπάρχει: διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα, τῷ “Διὶ” καὶ τῷ “Ζηνί.” τοῦτον δὲ Κρόνου ὑὸν ὑβριστικὸν μὲν ἄν τις δόξειεν εἶναι ἀκούσαντι ἐξαίφνης, εὔλογον δὲ μεγάλης τινὸς διανοίας ἔκγονον εἶναι τὸν Δία: κόρον γὰρ σημαίνει οὐ παῖδα, ἀλλὰ τὸ καθαρὸν αὐτοῦ καὶ ἀκήρατον τοῦ νοῦ. ἔστι δὲ οὗτος Οὐρανοῦ ὑός, ὡς λόγος: ἡ δὲ αὖ ἐς τὸ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι,
396b
Thus this god is correctly named, through whom (
) all living beings have the gift of life (
). But, as I say, the name is divided, though it is one name, into the two parts, Dia and Zena. And it might seem, at first hearing, highly irreverent to call him the son of Cronus and reasonable to say that Zeus is the offspring of some great intellect; and so he is, for
(for
) signifies not child, but the purity (
) and unblemished nature of his mind. And Cronus, according to tradition, is the son of Uranus; but the upward gaze is rightly called by the name urania (
),
396c
“οὐρανία,” ὁρῶσα τὰ ἄνω, ὅθεν δὴ καί φασιν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι, καὶ τῷ οὐρανῷ ὀρθῶς τὸ ὄνομα κεῖσθαι: εἰ δ' ἐμεμνήμην τὴν Ἡσιόδου γενεαλογίαν, τίνας ἔτι τοὺς ἀνωτέρω προγόνους λέγει τούτων, οὐκ ἂν ἐπαυόμην διεξιὼν ὡς ὀρθῶς αὐτοῖς τὰ ὀνόματα κεῖται, ἕως ἀπεπειράθην τῆς σοφίας ταυτησὶ τί ποιήσει, εἰ ἄρα ἀπερεῖ ἢ οὔ, ἣ ἐμοὶ ἐξαίφνης νῦν οὑτωσὶ
396c
looking at the things above (
), and the astronomers say, Hermogenes, that from this looking people acquire a pure mind, and Uranus is correctly named. If I remembered the genealogy of Hesiod and the still earlier ancestors of the gods he mentions, I would have gone on examining the correctness of their names until I had made a complete trial whether this wisdom which has suddenly come to me, I know not whence,
396d
προσπέπτωκεν ἄρτι οὐκ οἶδ' ὁπόθεν.
Ἑρμογένης:
καὶ μὲν δή, ὦ Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν.
Σωκράτης:
καὶ αἰτιῶμαί γε, ὦ Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι: ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα. κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι. δοκεῖ οὖν μοι
396d
will fail or not.
Hermogenes:
Indeed, Socrates, you do seem to me to be uttering oracles, exactly like an inspired prophet.
Socrates:
Yes, Hermogenes, and I am convinced that the inspiration came to me from Euthyphro the Prospaltian. For I was with him and listening to him a long time early this morning. So he must have been inspired, and he not only filled my ears but took possession of my soul with his superhuman wisdom. So I think this is our duty:
396e
χρῆναι οὑτωσὶ ἡμᾶς ποιῆσαι: τὸ μὲν τήμερον εἶναι χρήσασθαι αὐτῇ καὶ τὰ λοιπὰ περὶ τῶν ὀνομάτων ἐπισκέψασθαι, αὔριον δέ, ἂν καὶ ὑμῖν συνδοκῇ, ἀποδιοπομπησόμεθά τε αὐτὴν καὶ καθαρούμεθα ἐξευρόντες ὅστις τὰ τοιαῦτα δεινὸς
396e
we ought today to make use of this wisdom and finish the investigation of names, but tomorrow, if the rest of you agree, we will conjure it away and purify ourselves, when we have found some one, whether priest or sophist,
397a
καθαίρειν, εἴτε τῶν ἱερέων τις εἴτε τῶν σοφιστῶν.
Ἑρμογένης:
ἀλλ' ἐγὼ μὲν συγχωρῶ: πάνυ γὰρ ἂν ἡδέως τὰ ἐπίλοιπα περὶ τῶν ὀνομάτων ἀκούσαιμι.
Σωκράτης:
ἀλλὰ χρὴ οὕτω ποιεῖν. πόθεν οὖν βούλει ἀρξώμεθα διασκοποῦντες, ἐπειδήπερ εἰς τύπον τινὰ ἐμβεβήκαμεν, ἵνα εἰδῶμεν εἰ ἄρα ἡμῖν ἐπιμαρτυρήσει αὐτὰ τὰ ὀνόματα μὴ πάνυ ἀπὸ τοῦ αὐτομάτου οὕτως ἕκαστα κεῖσθαι, ἀλλ' ἔχειν
397a
who is skilled in that kind of purifying.
Hermogenes:
I agree, for I should be very glad to hear the rest of the talk about names.
Socrates:
Very well. Then since we have outlined a general plan of investigation, where shall we begin, that we may discover whether the names themselves will bear witness that they are not at all distributed at haphazard, but have a certain correctness?
397b
τινὰ ὀρθότητα; τὰ μὲν οὖν τῶν ἡρώων καὶ ἀνθρώπων λεγόμενα ὀνόματα ἴσως ἂν ἡμᾶς ἐξαπατήσειεν: πολλὰ μὲν γὰρ αὐτῶν κεῖται κατὰ προγόνων ἐπωνυμίας, οὐδὲν προσῆκον ἐνίοις, ὥσπερ κατ' ἀρχὰς ἐλέγομεν, πολλὰ δὲ ὥσπερ εὐχόμενοι τίθενται, οἷον “Εὐτυχίδην” καὶ “Σωσίαν” καὶ “Θεόφιλον” καὶ ἄλλα πολλά. τὰ μὲν οὖν τοιαῦτα δοκεῖ μοι χρῆναι ἐᾶν: εἰκὸς δὲ μάλιστα ἡμᾶς εὑρεῖν τὰ ὀρθῶς κείμενα περὶ τὰ ἀεὶ ὄντα καὶ πεφυκότα. ἐσπουδάσθαι γὰρ ἐνταῦθα
397b
Now the names of heroes and men might perhaps prove deceptive; for they are often given because they were names of ancestors, and in some cases, as we said in the beginning, they are quite inappropriate; many, too, are given as the expression of a prayer, such as Eutychides (fortunate), Sosias (saviour), Theophilus (beloved of God), and many others. I think we had better disregard such as these; but we are most likely to find the correct names in the nature of the eternal and absolute; for there the names ought to have been given with the greatest care,
397c
μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων: ἴσως δ' ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐτέθη.
Ἑρμογένης:
δοκεῖς μοι καλῶς λέγειν, ὦ Σώκρατες.
Σωκράτης:
ἆρ' οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ “θεοὶ” ὀρθῶς ἐκλήθησαν;
Ἑρμογένης:
εἰκός γε.
Σωκράτης:
τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω: φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους
397c
and perhaps some of them were given by a power more divine than is that of men.
Hermogenes:
I think you are right, Socrates.
Socrates:
Then is it not proper to begin with the gods and see how the gods are rightly called by that name?
Hermogenes:
That is reasonable.
Socrates:
Something of this sort, then, is what I suspect: I think the earliest men in Greece believed only in those gods in whom many foreigners believe today—
397d
[τοὺς θεοὺσ] ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν: ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ δαήμονες “θεοὺσ” αὐτοὺς ἐπονομάσαι: ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι ὃ λέγω τῷ ἀληθεῖ ἢ οὐδέν;
Ἑρμογένης:
πάνυ μὲν οὖν ἔοικεν.
Σωκράτης:
τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν;
Ἑρμογένης:
δῆλον δὴ ὅτι [δαίμονάς τε καὶ ἥρωας καὶ ἀνθρώπουσ] δαίμονας.
397d
sun, moon, earth, stars, and sky. They saw that all these were always moving in their courses and running, and so they called them gods (
) from this running (
) nature; then afterwards, when they gained knowledge of the other gods, they called them all by the same name. Is that likely to be true, or not?
Hermogenes:
Yes, very likely.
Socrates:
What shall we consider next?
397e
Σωκράτης:
καὶ ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ “δαίμονεσ”; σκέψαι ἄν τί σοι δόξω εἰπεῖν.
Ἑρμογένης:
λέγε μόνον.
Σωκράτης:
οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας;
Ἑρμογένης:
οὐκ ἐννοῶ.
Σωκράτης:
οὐδὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων;
Ἑρμογένης:
οἶδα τοῦτό γε.
Σωκράτης:
λέγει τοίνυν περὶ αὐτοῦ— “αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρ' ἐκάλυψεν,”
397e
Hermogenes:
Spirits, obviously.
Socrates:
Hermogenes, what does the name “spirits” really mean? See if you think there is anything in what I am going to say.
Hermogenes:
Go on and say it.
Socrates:
Do you remember who Hesiod says the spirits are?
Hermogenes:
I do not recall it.
Socrates:
Nor that he says a golden race was the first race of men to be born?
Hermogenes:
Yes, I do know that.
Socrates:
Well, he says of it: “But since Fate has covered up this race,”
398a
“οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.”
Ἑρμογένης:
τί οὖν δή;
Σωκράτης:
ὅτι οἶμαι ἐγὼ λέγειν αὐτὸν τὸ χρυσοῦν γένος οὐκ ἐκ χρυσοῦ πεφυκὸς ἀλλ' ἀγαθόν τε καὶ καλόν. τεκμήριον δέ μοί ἐστιν ὅτι καὶ ἡμᾶς φησιν σιδηροῦν εἶναι γένος.
Ἑρμογένης:
ἀληθῆ λέγεις.
Σωκράτης:
οὐκοῦν καὶ τῶν νῦν οἴει ἂν φάναι αὐτὸν εἴ τις
398a
“They are called holy spirits under the earth, Noble, averters of evil, guardians of mortal men.”
Hermogenes:
What of that?
Socrates:
Why, I think he means that the golden race was not made of gold, but was good and beautiful. And I regard it as a proof of this that he further says we are the iron race.
Hermogenes:
True.
Socrates:
Don't you suppose that if anyone of our day is good,
398b
ἀγαθός ἐστιν ἐκείνου τοῦ χρυσοῦ γένους εἶναι;
Ἑρμογένης:
εἰκός γε.
Σωκράτης:
οἱ δ' ἀγαθοὶ ἄλλο τι ἢ φρόνιμοι;
Ἑρμογένης:
φρόνιμοι.
Σωκράτης:
τοῦτο τοίνυν παντὸς μᾶλλον λέγει, ὡς ἐμοὶ δοκεῖ, τοὺς δαίμονας: ὅτι φρόνιμοι καὶ δαήμονες ἦσαν, “δαίμονασ” αὐτοὺς ὠνόμασεν: καὶ ἔν γε τῇ ἀρχαίᾳ τῇ ἡμετέρᾳ φωνῇ αὐτὸ συμβαίνει τὸ ὄνομα. λέγει οὖν καλῶς καὶ οὗτος καὶ ἄλλοι ποιηταὶ πολλοὶ ὅσοι λέγουσιν ὡς, ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἔχει καὶ γίγνεται
398b
Hesiod would say he was of that golden race?
Hermogenes:
Quite likely.
Socrates:
But the good are the wise, are they not?
Hermogenes:
Yes, they are the wise.
Socrates:
This, then, I think, is what he certainly means to say of the spirits: because they were wise and knowing (
) he called them spirits (
) and in the old form of our language the two words are the same. Now he and all the other poets are right, who say that when a good man dies
398c
δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν. ταύτῃ οὖν τίθεμαι καὶ ἐγὼ [τὸν δαήμονα] πάντ' ἄνδρα ὃς ἂν ἀγαθὸς ᾖ, δαιμόνιον εἶναι καὶ ζῶντα καὶ τελευτήσαντα, καὶ ὀρθῶς “δαίμονα” καλεῖσθαι.
Ἑρμογένης:
καὶ ἐγώ μοι δοκῶ, ὦ Σώκρατες, τούτου πάνυ σοι σύμψηφος εἶναι. ὁ δὲ δὴ “ἥρωσ” τί ἂν εἴη;
Σωκράτης:
τοῦτο δὲ οὐ πάνυ χαλεπὸν ἐννοῆσαι. σμικρὸν γὰρ παρῆκται αὐτῶν τὸ ὄνομα, δηλοῦν τὴν ἐκ τοῦ ἔρωτος γένεσιν.
Ἑρμογένης:
πῶς λέγεις;
Σωκράτης:
οὐκ οἶσθα ὅτι ἡμίθεοι οἱ ἥρωες;
Ἑρμογένης:
τί οὖν;
398c
he has a great portion and honor among the dead, and becomes a spirit, a name which is in accordance with the other name of wisdom. And so I assert that every good man, whether living or dead, is of spiritual nature, and is rightly called a spirit.
Hermogenes:
And I, Socrates, believe I quite agree with you in that. But what is the word “hero”?
Socrates:
That is easy to understand; for the name has been but slightly changed, and indicates their origin from love (
).
Hermogenes:
What do you mean?
398d
Σωκράτης:
πάντες δήπου γεγόνασιν ἐρασθέντος ἢ θεοῦ θνητῆς ἢ θνητοῦ θεᾶς. ἐὰν οὖν σκοπῇς καὶ τοῦτο κατὰ τὴν Ἀττικὴν τὴν παλαιὰν φωνήν, μᾶλλον εἴσῃ: δηλώσει γάρ σοι ὅτι παρὰ τὸ τοῦ ἔρωτος ὄνομα, ὅθεν γεγόνασιν οἱ ἥρωες, σμικρὸν παρηγμένον ἐστὶν ὀνόματος χάριν. καὶ ἤτοι τοῦτο λέγει τοὺς ἥρωας, ἢ ὅτι σοφοὶ ἦσαν καὶ ῥήτορες [καὶ] δεινοὶ καὶ διαλεκτικοί, ἐρωτᾶν ἱκανοὶ ὄντες: τὸ γὰρ “εἴρειν” λέγειν ἐστίν. ὅπερ οὖν ἄρτι λέγομεν, ἐν τῇ Ἀττικῇ φωνῇ λεγόμενοι
398d
Socrates:
Why, they were all born because a god fell in love with a mortal woman, or a mortal man with a goddess. Now if you consider the word “hero” also in the old Attic pronunciation,
you will understand better; for that will show you that it has been only slightly altered from the name of love (Eros), the source from which the heroes spring, to make a name for them. And either this is the reason why they are called heroes, or it is because they were wise and clever orators and dialecticians, able to ask questions (
), for
is the same as
(speak). Therefore, when their name is spoken in the Attic dialect, which I was mentioning just now, the heroes turn out to be orators and askers of questions,
398e
οἱ ἥρωες ῥήτορές τινες καὶ ἐρωτητικοὶ συμβαίνουσιν, ὥστε ῥητόρων καὶ σοφιστῶν γένος γίγνεται τὸ ἡρωικὸν φῦλον. ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε “ἄνθρωποι” καλοῦνται: <ἢ> σὺ ἔχεις εἰπεῖν;
Ἑρμογένης:
πόθεν, ὠγαθέ, ἔχω; οὐδ' εἴ τι οἷός τ' ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.
398e
so that the heroic race proves to be a race of orators and sophists. That is easy to understand, but the case of men, and the reason why they are called men (
), is more difficult. Can you tell me what it is?
Hermogenes:
No, my friend, I cannot; and even if I might perhaps find out, I shall not try, because I think you are more likely to find out than I am.
399a
Σωκράτης:
τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.
Ἑρμογένης:
δῆλα δή.
Σωκράτης:
ὀρθῶς γε σὺ πιστεύων: ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι. σκόπει δὴ ὃ λέγω. πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δ' ἐξαιροῦμεν, παρ' ὃ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν. οἷον “Διὶ φίλοσ” —τοῦτο ἵνα
399a
Socrates:
You have faith in the inspiration of Euthyphro, it seems.
Hermogenes:
Evidently.
Socrates:
And you are right in having it; for just at this very moment I think I have had a clever thought, and if I am not careful, before the day is over I am likely to be wiser than I ought to be. So pay attention. First we must remember in regard to names that we often put in or take out letters, making the names different from the meaning we intend, and we change the accent.
399b
ἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τό τε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα. ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα <ὀξύτερα> φθεγγόμεθα.
Ἑρμογένης:
ἀληθῆ λέγεις.
Σωκράτης:
τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ. ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.
Ἑρμογένης:
πῶς λέγεις;
399b
Take, for instance,
; to change this from a phrase to a name, we took out the second iota and pronounced the middle syllable with the grave instead of the acute accent (Diphilus). In other instances, on the contrary, we insert letters and pronounce grave accents as acute.
Hermogenes:
True.
Socrates:
Now it appears to me that the name of men (
) underwent a change of that sort. It was a phrase, but became a noun when one letter, alpha, was removed and the accent of the last syllable was dropped.
Hermogenes:
What do you mean?
399c
Σωκράτης:
ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ὁ “ἄνθρωποσ” ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ ἀναθρεῖ, ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακεν—τοῦτο δ' ἐστὶ [τὸ] “ὄπωπε” —καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ὁ ἄνθρωπος “ἄνθρωποσ” ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.
Ἑρμογένης:
τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ὃ ἡδέως ἂν πυθοίμην;
Σωκράτης:
πάνυ γε.
399c
Socrates:
I will tell you. The name “man” (
) indicates that the other animals do not examine, or consider, or look up at (
) any of the things that they see, but man has no sooner seen—that is,
—than he looks up at and considers that which he has seen. Therefore of all the animals man alone is rightly called man (
), because he looks up at (
) what he has seen (
).
Hermogenes:
Of course. May I ask you about the next word I should like to have explained?
Socrates:
Certainly.
399d
Ἑρμογένης:
ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα. “ψυχὴν” γάρ που καὶ “σῶμα” καλοῦμεν τοῦ ἀνθρώπου.
Σωκράτης:
πῶς γὰρ οὔ;
Ἑρμογένης:
πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.
Σωκράτης:
ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτ' αὖ τὸ σῶμα;
Ἑρμογένης:
ναί.
Σωκράτης:
ὡς μὲν τοίνυν ἐκ τοῦ παραχρῆμα λέγειν, οἶμαί τι τοιοῦτον νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ
399d
Hermogenes:
It seems to me to come naturally next after those you have discussed. We speak of man's soul and body.
Socrates:
Yes, of course.
Hermogenes:
Let us try to analyze these, as we did the previous words.
Socrates:
You mean consider “soul” (
) and see why it is properly called by that name, and likewise “body” (
)?
Hermogenes:
Yes.
Socrates:
To speak on the spur of the moment, I think those who gave the soul its name had something of this sort in mind: they thought when it was present in the body it was the cause of its living,
399e
ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυταί τε καὶ τελευτᾷ: ὅθεν δή μοι δοκοῦσιν αὐτὸ “ψυχὴν” καλέσαι. εἰ δὲ βούλει —ἔχε ἠρέμα: δοκῶ γάρ μοί τι καθορᾶν πιθανώτερον τούτου
399e
giving it the power to breathe and reviving it (
), and when this revivifying force fails, the body perishes and comes to an end therefore, I think, they called it
. But—please keep still a moment. I fancy I see something which will carry more conviction
400a
τοῖς ἀμφὶ Εὐθύφρονα. τούτου μὲν γάρ, ὡς ἐμοὶ δοκεῖ, καταφρονήσαιεν ἂν καὶ ἡγήσαιντο φορτικὸν εἶναι: τόδε δὲ σκόπει ἐὰν ἄρα καὶ σοὶ ἀρέσῃ.
Ἑρμογένης:
λέγε μόνον.
Σωκράτης:
τὴν φύσιν παντὸς τοῦ σώματος, ὥστε καὶ ζῆν καὶ περιιέναι, τί σοι δοκεῖ ἔχειν τε καὶ ὀχεῖν ἄλλο ἢ ψυχή;
Ἑρμογένης:
οὐδὲν ἄλλο.
Σωκράτης:
τί δέ; καὶ τὴν τῶν ἄλλων ἁπάντων φύσιν οὐ πιστεύεις Ἀναξαγόρᾳ νοῦν καὶ ψυχὴν εἶναι τὴν διακοσμοῦσαν καὶ ἔχουσαν;
Ἑρμογένης:
ἔγωγε.
400a
to Euthyphro and his followers; for I think they would despise this attempt and would consider it cheap talk. Now see if you like the new one.
Hermogenes:
I am listening.
Socrates:
Do you think there is anything which holds and carries the whole nature of the body, so that it lives and moves, except the soul?
Hermogenes:
No; nothing.
Socrates:
Well, and do you not believe the doctrine of Anaxagoras, that it is mind or soul which orders and holds the nature of all things?
Hermogenes:
I do.
400b
Σωκράτης:
καλῶς ἄρα ἂν τὸ ὄνομα τοῦτο ἔχοι τῇ δυνάμει ταύτῃ ἣ φύσιν ὀχεῖ καὶ ἔχει “φυσέχην” ἐπονομάζειν. ἔξεστι δὲ καὶ “ψυχὴν” κομψευόμενον λέγειν.
Ἑρμογένης:
πάνυ μὲν οὖν, καὶ δοκεῖ γέ μοι τοῦτο ἐκείνου τεχνικώτερον εἶναι.
Σωκράτης:
καὶ γὰρ ἔστιν: γελοῖον μέντοι φαίνεται ὡς ἀληθῶς ὀνομαζόμενον ὡς ἐτέθη.
Ἑρμογένης:
ἀλλὰ δὴ τὸ μετὰ τοῦτο πῶς φῶμεν ἔχειν;
Σωκράτης:
τὸ σῶμα λέγεις;
Ἑρμογένης:
ναί.
Σωκράτης:
πολλαχῇ μοι δοκεῖ τοῦτό γε: ἂν μὲν καὶ σμικρόν
400b
Socrates:
Then there would be an admirable fitness in calling that power which carries and holds (
) nature (
)
and this may be refined and pronounced
.
Hermogenes:
Certainly; and I think this is a more scientific explanation than the other.
Socrates:
Yes, it is. But it seems actually absurd that the name was given with such truth.
Hermogenes:
Now what shall we say about the next word?
Socrates:
You mean “body” (
)?
Hermogenes:
Yes.
Socrates:
I think this admits of many explanations, if a little, even very little, change is made; for some say it is the tomb (
) of the soul,
400c
τις παρακλίνῃ, καὶ πάνυ. καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι: καὶ διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ “σῆμα” ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα: εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα, [τὸ] “σῶμα,” καὶ οὐδὲν δεῖν παράγειν οὐδ' ἓν γράμμα.
400c
their notion being that the soul is buried in the present life; and again, because by its means the soul gives any signs which it gives, it is for this reason also properly called “sign” (
). But I think it most likely that the Orphic poets gave this name, with the idea that the soul is undergoing punishment for something; they think it has the body as an enclosure to keep it safe, like a prison, and this is, as the name itself denotes, the safe (
) for the soul, until the penalty is paid, and not even a letter needs to be changed.
400d
Ἑρμογένης:
ταῦτα μέν μοι δοκεῖ ἱκανῶς, ὦ Σώκρατες, εἰρῆσθαι: περὶ δὲ τῶν θεῶν τῶν ὀνομάτων, οἷον καὶ περὶ τοῦ “Διὸσ” νυνδὴ ἔλεγες, ἔχοιμεν ἄν που κατὰ τὸν αὐτὸν τρόπον ἐπισκέψασθαι κατὰ τίνα ποτὲ ὀρθότητα αὐτῶν τὰ ὀνόματα κεῖται;
Σωκράτης:
ναὶ μὰ Δία ἡμεῖς γε, ὦ Ἑρμόγενες, εἴπερ γε νοῦν ἔχοιμεν, ἕνα μὲν τὸν κάλλιστον τρόπον, ὅτι περὶ θεῶν οὐδὲν ἴσμεν, οὔτε περὶ αὐτῶν οὔτε περὶ τῶν ὀνομάτων, ἅττα ποτὲ ἑαυτοὺς καλοῦσιν: δῆλον γὰρ ὅτι ἐκεῖνοί γε τἀληθῆ καλοῦσι.
400d
Hermogenes:
I think, Socrates, enough has been said about these words; but might we not consider the names of the gods in the same way in which you were speaking about that of Zeus a few minutes ago, and see what kind of correctness there is in them?
Socrates:
By Zeus, Hermogenes, we, if we are sensible, must recognize that there is one most excellent kind, since of the gods we know nothing, neither of them nor of their names, whatever they may be, by which they call themselves, for it is clear that they use the true names. But there is a second kind of correctness,
400e
δεύτερος δ' αὖ τρόπος ὀρθότητος, ὥσπερ ἐν ταῖς εὐχαῖς νόμος ἐστὶν ἡμῖν εὔχεσθαι, οἵτινές τε καὶ ὁπόθεν χαίρουσιν ὀνομαζόμενοι, ταῦτα καὶ ἡμᾶς αὐτοὺς καλεῖν, ὡς ἄλλο μηδὲν
400e
that we call them, as is customary in prayers, by whatever names and patronymics are pleasing to them, since we know no other.
401a
εἰδότας: καλῶς γὰρ δὴ ἔμοιγε δοκεῖ νενομίσθαι. εἰ οὖν βούλει, σκοπῶμεν ὥσπερ προειπόντες τοῖς θεοῖς ὅτι περὶ αὐτῶν οὐδὲν ἡμεῖς σκεψόμεθα—οὐ γὰρ ἀξιοῦμεν οἷοί τ' ἂν εἶναι σκοπεῖν—ἀλλὰ περὶ τῶν ἀνθρώπων, ἥν ποτέ τινα δόξαν ἔχοντες ἐτίθεντο αὐτοῖς τὰ ὀνόματα: τοῦτο γὰρ ἀνεμέσητον.
Ἑρμογένης:
ἀλλά μοι δοκεῖς, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω ποιῶμεν.
401a
Now I think that is an excellent custom. So, if you like, let us first make a kind of announcement to the gods, saying that we are not going to investigate about them—for we do not claim to be able to do that—but about men, and let us inquire what thought men had in giving them their names; for in that there is no impiety.
Hermogenes:
I think, Socrates, you are right; let us do as you say.
401b
Σωκράτης:
ἄλλο τι οὖν ἀφ' Ἑστίας ἀρχώμεθα κατὰ τὸν νόμον;
Ἑρμογένης:
δίκαιον γοῦν.
Σωκράτης:
τί οὖν ἄν τις φαίη διανοούμενον τὸν ὀνομάσαντα Ἑστίαν ὀνομάσαι;
Ἑρμογένης:
οὐ μὰ τὸν Δία οὐδὲ τοῦτο οἶμαι ῥᾴδιον εἶναι.
Σωκράτης:
κινδυνεύουσι γοῦν, ὠγαθὲ Ἑρμόγενες, οἱ πρῶτοι τὰ ὀνόματα τιθέμενοι οὐ φαῦλοι εἶναι ἀλλὰ μετεωρολόγοι καὶ ἀδολέσχαι τινές.
Ἑρμογένης:
τί δή;
Σωκράτης:
καταφαίνεταί μοι ἡ θέσις τῶν ὀνομάτων τοιούτων
401b
Socrates:
Shall we, then, begin with Hestia, according to custom?
Hermogenes:
That is the proper thing.
Socrates:
Then what would you say the man had in mind who gave Hestia her name?
Hermogenes:
By Zeus, I think that is no more easy question than the other.
Socrates:
At any rate, my dear Hermogenes, the first men who gave names were no ordinary persons, but high thinkers and great talkers.
Hermogenes:
What then?
Socrates:
I am sure the names were given by men of that kind; and if foreign names are examined,
401c
τινῶν ἀνθρώπων, καὶ ἐάν τις τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ὃ ἕκαστον βούλεται. οἷον καὶ ἐν τούτῳ ὃ ἡμεῖς “οὐσίαν” καλοῦμεν, εἰσὶν οἳ “ἐσσίαν” καλοῦσιν, οἳ δ' αὖ “ὠσίαν.” πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων ἡ τῶν πραγμάτων οὐσία “Ἑστία” καλεῖσθαι ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον “ἔστιν” φαμέν, καὶ κατὰ τοῦτο ὀρθῶς ἂν καλοῖτο “Ἑστία”: ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν “ἐσσίαν” καλεῖν τὴν οὐσίαν. ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις
401c
the meaning of each of them is equally evident. Take, for instance, that which we call
(reality, essence); some people call it
, and still others
. First, then, in connection with the second of these forms, it is reasonable that the essence of things be called Hestia; and moreover, because we ourselves say of that which partakes of reality “it is” (
), the name Hestia would be correct in this connection also; for apparently we also called
(reality)
in ancient times. And besides, if you consider it in connection with sacrifices,
401d
ἐννοήσας ἡγήσαιτο οὕτω νοεῖν ταῦτα τοὺς τιθεμένους: τὸ γὰρ πρὸ πάντων θεῶν τῇ Ἑστίᾳ πρώτῃ προθύειν εἰκὸς ἐκείνους οἵτινες τὴν πάντων οὐσίαν “ἐσσίαν” ἐπωνόμασαν. ὅσοι δ' αὖ “ὠσίαν,” σχεδόν τι αὖ οὗτοι καθ' Ἡράκλειτον ἂν ἡγοῖντο τὰ ὄντα ἰέναι τε πάντα καὶ μένειν οὐδέν: τὸ οὖν αἴτιον καὶ τὸ ἀρχηγὸν αὐτῶν εἶναι τὸ ὠθοῦν, ὅθεν δὴ καλῶς ἔχειν αὐτὸ “ὠσίαν” ὠνομάσθαι. καὶ ταῦτα
401d
you would come to the conclusion that those who established them understood the name in that way; for those who called the essence of things
would naturally sacrifice to Hestia first of all the gods. Those on the other hand, who say
would agree, well enough with Heracleitus that all things move and nothing remains still. So they would say the cause and ruler of things was the pushing power (
), wherefore it had been rightly named
. But enough of this, considering that we know nothing.
401e
μὲν δὴ ταύτῃ ὡς παρὰ μηδὲν εἰδότων εἰρήσθω: μετὰ δ' Ἑστίαν δίκαιον Ῥέαν καὶ Κρόνον ἐπισκέψασθαι. καίτοι τό γε τοῦ Κρόνου ὄνομα ἤδη διήλθομεν. ἴσως μέντοι οὐδὲν λέγω.
Ἑρμογένης:
τί δή, ὦ Σώκρατες;
Σωκράτης:
ὠγαθέ, ἐννενόηκά τι σμῆνος σοφίας.
Ἑρμογένης:
ποῖον δὴ τοῦτο;
401e
After Hestia it is right to consider Rhea and Cronus. The name of Cronus, however, has already been discussed. But perhaps I am talking nonsense.
Hermogenes:
Why, Socrates?
Socrates:
My friend, I have thought of a swarm of wisdom.
Hermogenes:
What is it?
402a
Σωκράτης:
γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.
Ἑρμογένης:
τίνα ταύτην;
Σωκράτης:
τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαί' ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου καὶ Ῥέας, ἃ καὶ Ὅμηρος ἔλεγεν.
Ἑρμογένης:
πῶς τοῦτο λέγεις;
Σωκράτης:
λέγει που Ἡράκλειτος ὅτι “πάντα χωρεῖ καὶ οὐδὲν μένει,” καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς “δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.”
Ἑρμογένης:
ἔστι ταῦτα.
402a
Socrates:
It sounds absurd, but I think there is some probability in it.
Hermogenes:
What is this probability?
Socrates:
I seem to have a vision of Heracleitus saying some ancient words of wisdom as old as the reign of Cronus and Rhea, which Homer said too.
Hermogenes:
What do you mean by that?
Socrates:
Heracleitus says, you know, that all things move and nothing remains still, and he likens the universe to the current of a river, saying that you cannot step twice into the same stream.
Hermogenes:
True.
402b
Σωκράτης:
τί οὖν; δοκεῖ σοι ἀλλοιότερον Ἡρακλείτου νοεῖν ὁ τιθέμενος τοῖς τῶν ἄλλων θεῶν προγόνοις “Ῥέαν” τε καὶ “Κρόνον”; ἆρα οἴει ἀπὸ τοῦ αὐτομάτου αὐτὸν ἀμφοτέροις ῥευμάτων ὀνόματα θέσθαι; ὥσπερ αὖ Ὅμηρος “Ὠκεανόν τε θεῶν γένεσίν” φησιν “καὶ μητέρα Τηθύν:” οἶμαι δὲ καὶ Ἡσίοδος. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι “Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο,”
402b
Socrates:
Well, don't you think he who gave to the ancestors of the other gods the names “Rhea” and “Cronus” had the same thought as Heracleitus? Do you think he gave both of them the names of streams merely by chance? Just so Homer, too, says— “Ocean the origin of the gods, and their mother Tethys;” and I believe Hesiod says that also. Orpheus, too, says— “Fair-flowing Ocean was the first to marry,”
402c
“ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.” ταῦτ' οὖν σκόπει ὅτι καὶ ἀλλήλοις συμφωνεῖ καὶ πρὸς τὰ τοῦ Ἡρακλείτου πάντα τείνει.
Ἑρμογένης:
φαίνῃ τί μοι λέγειν, ὦ Σώκρατες: τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται.
Σωκράτης:
ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν. τὸ γὰρ διαττώμενον καὶ
402c
“and he wedded his sister Tethys, daughter of his mother.” See how they agree with each other and all tend towards the doctrine of Heracleitus.
Hermogenes:
I think there is something in what you say, Socrates; but I do not know what the name of Tethys means.
Socrates:
Why, the name itself almost tells that it is the name of a spring somewhat disguised; for that which is strained (
)
402d
τὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν: ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων ἡ “Τηθὺσ” τὸ ὄνομα σύγκειται.
Ἑρμογένης:
τοῦτο μέν, ὦ Σώκρατες, κομψόν.
Σωκράτης:
τί δ' οὐ μέλλει; ἀλλὰ τί τὸ μετὰ τοῦτο; τὸν μὲν Δία εἴπομεν.
Ἑρμογένης:
ναί.
Σωκράτης:
τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόν τε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα ὃ ὀνομάζουσιν αὐτόν.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
τὸ μὲν τοίνυν τοῦ Ποσειδῶνός μοι φαίνεται ὠνομάσθαι
402d
and filtered (
) represents a spring, and the name Tethys is compounded of those two words.
Hermogenes:
That is very neat, Socrates.
Socrates:
Of course it is. But what comes next? Zeus we discussed before.
Hermogenes:
Yes.
Socrates:
Let us, then, speak of his brothers, Poseidon and Pluto, including also the other name of the latter.
Hermogenes:
By all means.
Socrates:
I think Poseidon's name was given by him who first applied it,
402e
[τοῦ πρώτου ὀνομάσαντοσ], ὅτι αὐτὸν βαδίζοντα ἐπέσχεν ἡ τῆς θαλάττης φύσις καὶ οὐκέτι εἴασεν προελθεῖν, ἀλλ' ὥσπερ δεσμὸς τῶν ποδῶν αὐτῷ ἐγένετο. τὸν οὖν ἄρχοντα τῆς δυνάμεως ταύτης θεὸν ὠνόμασεν “Ποσειδῶνα,” ὡς “ποσίδεσμον” ὄντα: τὸ δὲ Ε ἔγκειται ἴσως εὐπρεπείας ἕνεκα. τάχα δὲ οὐκ ἂν τοῦτο λέγοι, ἀλλ' ἀντὶ τοῦ σῖγμα
402e
because the power the sea restrained him as he was walking and hindered his advance; it acted as a bond (
) of his feet (
). So he called the lord of this power Poseidon, regarding him as a foot-bond (
). The e is inserted perhaps for euphony. But possibly that may not be right; possibly two lambdas were originally pronounced instead of the sigma, because the god knew (
) many (
) things.
403a
δύο λάβδα τὸ πρῶτον ἐλέγετο, ὡς πολλὰ εἰδότος τοῦ θεοῦ. ἴσως δὲ ἀπὸ τοῦ σείειν “ὁ σείων” ὠνόμασται: πρόσκειται δὲ τὸ πεῖ καὶ τὸ δέλτα. τὸ δὲ Πλούτωνος, τοῦτο μὲν κατὰ τὴν τοῦ πλούτου δόσιν, ὅτι ἐκ τῆς γῆς κάτωθεν ἀνίεται ὁ πλοῦτος, ἐπωνομάσθη: ὁ δὲ “Ἅιδης,” οἱ πολλοὶ μέν μοι δοκοῦσιν ὑπολαμβάνειν τὸ ἀιδὲς προσειρῆσθαι τῷ ὀνόματι τούτῳ, καὶ φοβούμενοι τὸ ὄνομα “Πλούτωνα” καλοῦσιν αὐτόν.
403a
Or it may be that from his shaking he was called the Shaker (
), and the pi and delta are additions. As for Pluto, he was so named as the giver of wealth (
), because wealth comes up from below out of the earth. And Hades—I fancy most people think that this is a name of the Invisible (
), so they are afraid and call him Pluto.
403b
Ἑρμογένης:
σοὶ δὲ πῶς φαίνεται, ὦ Σώκρατες;
Σωκράτης:
πολλαχῇ ἔμοιγε δοκοῦσιν ἅνθρωποι διημαρτηκέναι περὶ τούτου τοῦ θεοῦ τῆς δυνάμεως καὶ φοβεῖσθαι αὐτὸν οὐκ ἄξιον <ὄν>. ὅτι τε γάρ, ἐπειδὰν ἅπαξ τις ἡμῶν ἀποθάνῃ, ἀεὶ ἐκεῖ ἐστιν, φοβοῦνται, καὶ ὅτι ἡ ψυχὴ γυμνὴ τοῦ σώματος παρ' ἐκεῖνον ἀπέρχεται, καὶ τοῦτο πεφόβηνται: τὰ δ' ἐμοὶ δοκεῖ πάντα ἐς ταὐτόν τι συντείνειν, καὶ ἡ ἀρχὴ τοῦ θεοῦ καὶ τὸ ὄνομα.
Ἑρμογένης:
πῶς δή;
403b
Hermogenes:
And what do you think yourself, Socrates?
Socrates:
I think people have many false notions about the power of this god, and are unduly afraid of him. They are afraid because when we are once dead we remain in his realm for ever, and they are also terrified because the soul goes to him without the covering of the body. But I think all these facts, and the office and the name of the god, point in the same direction.
Hermogenes:
How so?
403c
Σωκράτης:
ἐγώ σοι ἐρῶ ἅ γέ μοι φαίνεται. εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἢ ἐπιθυμία;
Ἑρμογένης:
πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ ἐπιθυμία.
Σωκράτης:
οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς ἐκεῖσε ἰόντας;
Ἑρμογένης:
δῆλα δή.
Σωκράτης:
ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;
Ἑρμογένης:
ναί.
403c
Socrates:
I will tell you my own view. Please answer this question: Which is the stronger bond upon any living being to keep him in any one place, desire, or compulsion?
Hermogenes:
Desire, Socrates, is much stronger.
Socrates:
Then do you not believe there would be many fugitives from Hades, if he did not bind with the strongest bond those who go to him there?
Hermogenes:
Of course there would.
Socrates:
Apparently, then, if he binds them with the strongest bond, he binds them by some kind of desire, not by compulsion.
Hermogenes:
Yes, that is plain.
Socrates:
There are many desires, are there not?
Hermogenes:
Yes.
403d
Σωκράτης:
τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ κατέχειν.
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἔστιν οὖν τις μείζων ἐπιθυμία ἢ ὅταν τίς τῳ συνὼν οἴηται δι' ἐκεῖνον ἔσεσθαι ἀμείνων ἀνήρ;
Ἑρμογένης:
μὰ Δί' οὐδ' ὁπωστιοῦν, ὦ Σώκρατες.
Σωκράτης:
διὰ ταῦτα ἄρα φῶμεν, ὦ Ἑρμόγενες, οὐδένα δεῦρο ἐθελῆσαι ἀπελθεῖν τῶν ἐκεῖθεν, οὐδὲ αὐτὰς τὰς Σειρῆνας,
403d
Socrates:
Then he binds with the desire which is the strongest of all, if he is to restrain them with the strongest bond.
Hermogenes:
Yes.
Socrates:
And is there any desire stronger than the thought of being made a better man by association with some one?
Hermogenes:
No, by Zeus, Socrates, there certainly is not.
Socrates:
Then, Hermogenes, we must believe that this is the reason why no one has been willing to come away from that other world, not even the Sirens, but they and all others have been overcome by his enchantments,
403e
ἀλλὰ κατακεκηλῆσθαι ἐκείνας τε καὶ τοὺς ἄλλους πάντας: οὕτω καλούς τινας, ὡς ἔοικεν, ἐπίσταται λόγους λέγειν ὁ Ἅιδης, καὶ ἔστιν, ὥς γ' ἐκ τοῦ λόγου τούτου, ὁ θεὸς [οὗτοσ] τέλεος σοφιστής τε καὶ μέγας εὐεργέτης τῶν παρ' αὐτῷ, ὅς γε καὶ τοῖς ἐνθάδε τοσαῦτα ἀγαθὰ ἀνίησιν: οὕτω πολλὰ αὐτῷ τὰ περιόντα ἐκεῖ ἐστιν, καὶ τὸν “Πλούτωνα” ἀπὸ τούτου ἔσχε τὸ ὄνομα. καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι,
403e
so beautiful, as it appears, are the words which Hades has the power to speak; and from this point of view this god is a perfect sophist and a great benefactor of those in his realm, he who also bestows such great blessings upon us who are on earth; such abundance surrounds him there below, and for this reason he is called Pluto. Then, too, he refuses to consort with men while they have bodies, but only accepts their society
404a
ἐπειδὰν ἡ ψυχὴ καθαρὰ ᾖ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδ' ἂν ὁ Κρόνος δύναιτο ὁ πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις;
Ἑρμογένης:
κινδυνεύεις τὶ λέγειν, ὦ Σώκρατες.
404a
when the soul is pure of all the evils and desires of the body. Do you not think this shows him to be a philosopher and to understand perfectly that under these conditions he could restrain them by binding them with the desire of virtue, but that so long as they are infected with the unrest and madness of the body, not even his father Cronus could hold them to himself, though he bound them with his famous chains?
Hermogenes:
There seems to be something in that, Socrates.
404b
Σωκράτης:
καὶ τό γε ὄνομα ὁ “Ἅιδης,” ὦ Ἑρμόγενες, πολλοῦ δεῖ ἀπὸ τοῦ ἀιδοῦς ἐπωνομάσθαι, ἀλλὰ πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ εἰδέναι, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτου “Ἅιδησ” ἐκλήθη.
Ἑρμογένης:
εἶεν: τί δὲ Δήμητρά τε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺς ἄλλους θεούς, πῶς λέγομεν;
Σωκράτης:
Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆς ἐδωδῆς διδοῦσα ὡς μήτηρ “Δημήτηρ” κεκλῆσθαι, Ἥρα δὲ ἐρατή
404b
Socrates:
And the name “Hades” is not in the least derived from the invisible (
), but far more probably from knowing (
) all noble things, and for that reason he was called Hades by the lawgiver.
Hermogenes:
Very well; what shall we say of Demeter, Hera, Apollo, Athena, Hephaestus, Ares, and the other gods
Socrates:
Demeter appears to have been called Demeter, because like a mother (
) she gives the gift of food,
404c
τις, ὥσπερ οὖν καὶ λέγεται ὁ Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν. ἴσως δὲ μετεωρολογῶν ὁ νομοθέτης τὸν ἀέρα “Ἥραν” ὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν: γνοίης δ' ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα. “Φερρέφαττα” δέ: πολλοὶ μὲν καὶ τοῦτο φοβοῦνται τὸ ὄνομα καὶ τὸν “Ἀπόλλω,” ὑπὸ ἀπειρίας, ὡς ἔοικεν, ὀνομάτων ὀρθότητος. καὶ γὰρ μεταβάλλοντες σκοποῦνται τὴν “Φερσεφόνην,” καὶ δεινὸν αὐτοῖς φαίνεται: τὸ δὲ μηνύει
404c
and Hera is a lovely one (
), as indeed, Zeus is said to have married her for love. But perhaps the lawgiver had natural phenomena in mind, and called her Hera (
) as a disguise for
(air), putting the beginning at the end. You would understand, if you were to repeat the name Hera over and over. And Pherephatta!—How many people fear this name, and also Apollo! I imagine it is because they do not know about correctness of names. You see they change the name to Phersephone and its aspect frightens them. But really the name indicates that the goddess is wise;
404d
σοφὴν εἶναι τὴν θεόν. ἅτε γὰρ φερομένων τῶν πραγμάτων τὸ ἐφαπτόμενον καὶ ἐπαφῶν καὶ δυνάμενον ἐπακολουθεῖν σοφία ἂν εἴη. “Φερέπαφα” οὖν διὰ τὴν σοφίαν καὶ τὴν ἐπαφὴν τοῦ φερομένου ἡ θεὸς ἂν ὀρθῶς καλοῖτο, ἢ τοιοῦτόν τι—δι' ὅπερ καὶ σύνεστιν αὐτῇ ὁ Ἅιδης σοφὸς ὤν, διότι τοιαύτη ἐστίν—νῦν δὲ αὐτῆς ἐκκλίνουσι τὸ ὄνομα εὐστομίαν περὶ πλείονος ποιούμενοι τῆς ἀληθείας, ὥστε “Φερρέφατταν” αὐτὴν καλεῖν. ταὐτὸν δὲ καὶ περὶ τὸν
404d
for since things are in motion (
), that which grasps (
) and touches (
) and is able to follow them is wisdom. Pherepapha, or something of that sort, would therefore be the correct name of the goddess, because she is wise and touches that which is in motion (
)—and this is the reason why Hades, who is wise, consorts with her, because she is wise—but people have altered her name, attaching more importance to euphony than to truth, and they call her Pherephatta. Likewise in the case of Apollo,
404e
Ἀπόλλω, ὅπερ λέγω, πολλοὶ πεφόβηνται περὶ τὸ ὄνομα τοῦ θεοῦ, ὥς τι δεινὸν μηνύοντος: ἢ οὐκ ᾔσθησαι;
Ἑρμογένης:
πάνυ μὲν οὖν, καὶ ἀληθῆ λέγεις.
Σωκράτης:
τὸ δέ γ' ἐστίν, ὡς ἐμοὶ δοκεῖ, κάλλιστα κείμενον πρὸς τὴν δύναμιν τοῦ θεοῦ.
Ἑρμογένης:
πῶς δή;
Σωκράτης:
ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται: οὐ γὰρ
404e
as I say, many people are afraid because of the name of the god, thinking that it has some terrible meaning. Have you not noticed that?
Hermogenes:
Certainly; what you say is true.
Socrates:
But really the name is admirably appropriate to the power of the god.
Hermogenes:
How is that?
Socrates:
I will try to tell you what I think about it;
405a
ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν ἓν ὂν τέτταρσι δυνάμεσι ταῖς τοῦ θεοῦ, ὥστε πασῶν ἐφάπτεσθαι καὶ δηλοῦν τρόπον τινὰ μουσικήν τε καὶ μαντικὴν καὶ ἰατρικὴν καὶ τοξικήν.
Ἑρμογένης:
λέγε δή: ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι.
Σωκράτης:
εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ. πρῶτον μὲν γὰρ ἡ κάθαρσις καὶ οἱ καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς
405a
for no single name could more aptly indicate the four functions of the god, touching upon them all and in a manner declaring his power in music, prophecy, medicine, and archery.
Hermogenes:
Go on; you seem to imply that it is a remarkable name.
Socrates:
His name and nature are in harmony; you see he is a musical god. For in the first place, purification and purgations used in medicine and in soothsaying, and fumigations with medicinal and magic drugs,
405b
φαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσεις τε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτ' ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν: ἢ οὔ;
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
οὐκοῦν ὁ καθαίρων θεὸς καὶ ὁ ἀπολούων τε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν εἴη;
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
κατὰ μὲν τοίνυν τὰς ἀπολύσεις τε καὶ ἀπολούσεις,
405b
and the baths and sprinklings connected with that sort of thing all have the single function of making a man pure in body and soul, do they not?
Hermogenes:
Certainly.
Socrates:
But this is the god who purifies and washes away (
) and delivers (
) from such evils, is he not?
Hermogenes:
Certainly.
Socrates:
With reference, then, to his acts of delivering and his washings,
405c
ὡς ἰατρὸς ὢν τῶν τοιούτων, “Ἀπολούων” ἂν ὀρθῶς καλοῖτο: κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθές τε καὶ τὸ ἁπλοῦν— ταὐτὸν γάρ ἐστιν—ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατ' ἂν καλοῖτο: “Ἄπλουν” γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν. διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ “Ἀειβάλλων” ἐστίν. κατὰ δὲ τὴν μουσικὴν δεῖ ὑπολαβεῖν [ὥσπερ τὸν ἀκόλουθόν τε καὶ τὴν ἄκοιτιν] ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ, καὶ ἐνταῦθα τὴν ὁμοῦ πόλησιν καὶ περὶ τὸν οὐρανόν, οὓς δὴ “πόλουσ” καλοῦσιν, καὶ [τὴν] περὶ
405c
as being the physician of such diseases, he might properly be called Apoluon (
, the washer), and with reference to soothsaying and truth and simplicity—for the two are identical—he might most properly be called by the name the Thessalians use; for all Thessalians call the god Aplun. And because he is always by his archery controller of darts (
) he is ever darting (
). And with reference to music we have to understand that alpha often signifies “together,” and here it denotes moving together in the heavens about the poles, as we call them, and harmony in song,
405d
τὴν ἐν τῇ ᾠδῇ ἁρμονίαν, ἣ δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ πολεῖ ἅμα πάντα: ἐπιστατεῖ δὲ οὗτος ὁ θεὸς τῇ ἁρμονίᾳ ὁμοπολῶν αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατ' ἀνθρώπους: ὥσπερ οὖν τὸν ὁμοκέλευθον καὶ ὁμόκοιτιν “ἀκόλουθον” καὶ “ἄκοιτιν” ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ “ὁμο” “ἀ,” οὕτω καὶ “Ἀπόλλωνα” ἐκαλέσαμεν
405d
which is called concord; for, as the ingenious musicians and astronomers tell us, all these things move together by a kind of harmony. And this god directs the harmony, making them all move together, among both gods and men; and so, just as we call the
(him who accompanies), and
(bedfellow), by changing the
to alpha,
and
, so also we called him Apollo who was Homopolo,
405e
ὃς ἦν “ὁμοπολῶν,” ἕτερον λάβδα ἐμβαλόντες, ὅτι ὁμώνυμον ἐγίγνετο τῷ χαλεπῷ ὀνόματι. ὅπερ καὶ νῦν ὑποπτεύοντές τινες διὰ τὸ μὴ ὀρθῶς σκοπεῖσθαι τὴν δύναμιν τοῦ ὀνόματος φοβοῦνται αὐτὸ ὡς σημαῖνον φθοράν τινα: τὸ
405e
and the second lambda was inserted, because without it the name sounded of disaster (
, etc.). Even as it is, some have a suspicion of this, because they do not properly regard the force of the name, and therefore they fear it, thinking that it denotes some kind of ruin. But in fact, as was said,
406a
δὲ [πολύ], ὥσπερ ἄρτι ἐλέγετο, πασῶν ἐφαπτόμενον κεῖται τῶν τοῦ θεοῦ δυνάμεων, ἁπλοῦ, ἀεὶ βάλλοντος, ἀπολούοντος, ὁμοπολοῦντος. τὰς δὲ “Μούσασ” τε καὶ ὅλως τὴν μουσικὴν ἀπὸ τοῦ μῶσθαι, ὡς ἔοικεν, καὶ τῆς ζητήσεώς τε καὶ φιλοσοφίας τὸ ὄνομα τοῦτο ἐπωνόμασεν. Λητὼ δὲ ἀπὸ τῆς πρᾳότητος τῆς θεοῦ, κατὰ τὸ ἐθελήμονα εἶναι ὧν ἄν τις δέηται. ἴσως δὲ ὡς οἱ ξένοι καλοῦσιν— πολλοὶ γὰρ “Ληθὼ” καλοῦσιν—ἔοικεν οὖν πρὸς τὸ μὴ τραχὺ τοῦ ἤθους ἀλλ' ἥμερόν τε καὶ λεῖον “Ληθὼ”
406a
the name touches upon all the qualities of the god, as simple, ever-darting, purifying, and accompanying. The Muses and music in general are named, apparently, from
, searching, and philosophy; and Leto from her gentleness, because whatever is asked of her, she is willing (
). But perhaps her name is Letho, as she is called by many foreigners; and those who call her by that name seem to do so
406b
κεκλῆσθαι ὑπὸ τῶν τοῦτο καλούντων. “Ἄρτεμισ” δὲ <διὰ> τὸ ἀρτεμὲς φαίνεται καὶ τὸ κόσμιον, διὰ τὴν τῆς παρθενίας ἐπιθυμίαν: ἴσως δὲ ἀρετῆς ἵστορα τὴν θεὸν ἐκάλεσεν ὁ καλέσας, τάχα δ' ἂν καὶ ὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί: ἢ διὰ τούτων τι ἢ διὰ πάντα ταῦτα τὸ ὄνομα τοῦτο ὁ τιθέμενος ἔθετο τῇ θεῷ.
Ἑρμογένης:
τί δὲ ὁ “Διόνυσόσ” τε καὶ ἡ “ἀφροδίτη”;
Σωκράτης:
μεγάλα, ὦ παῖ Ἱππονίκου, ἐρωτᾷς. ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος ὁ τρόπος τῶν ὀνομάτων τούτοις
406b
on account of the mild and gentle (
) kindness of her character. Artemis appears to get her name from her healthy (
) and well-ordered nature, and her love of virginity; or perhaps he who named her meant that she is learned in virtue (
), or possibly, too, that she hates sexual intercourse (
) of man and woman; or he who gave the goddess her name may have given it for any or all of these reasons.
Hermogenes:
What of Dionysus and Aphrodite?
Socrates:
You ask great things of me, son of Hipponicus. You see there is both a serious and a facetious account of the form
406c
τοῖς θεοῖς καὶ παιδικῶς. τὸν μὲν οὖν σπουδαῖον ἄλλους τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν: φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί. ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ διδοὺς τὸν οἶνον “Διδοίνυσοσ” ἐν παιδιᾷ καλούμενος, οἶνος δ', ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, “οἰόνουσ” δικαιότατ' ἂν καλούμενος. περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ
406c
of the name of these deities. You will have to ask others for the serious one; but there is nothing to hinder my giving you the facetious account, for the gods also have a sense of humor. Dionysus, the giver (
) of wine (
), might be called in jest Didoinysus, and wine, because it makes most drinkers think (
) they have wit (
) when they have not, might very justly be called Oeonus (
). As for Aphrodite, we need not oppose Hesiod; we can accept his derivation of the name
406d
συγχωρεῖν ὅτι διὰ τὴν <ἐκ> τοῦ ἀφροῦ γένεσιν “ἀφροδίτη” ἐκλήθη.
Ἑρμογένης:
ἀλλὰ μὴν οὐδ' Ἀθηνᾶς Ἀθηναῖός γ' ὤν, ὦ Σώκρατες, ἐπιλήσῃ, οὐδ' Ἡφαίστου τε καὶ Ἄρεως.
Σωκράτης:
οὐδὲ εἰκός γε.
Ἑρμογένης:
οὐ γάρ.
Σωκράτης:
οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν δι' ὃ κεῖται.
Ἑρμογένης:
τὸ ποῖον;
Σωκράτης:
“Παλλάδα” που αὐτὴν καλοῦμεν.
Ἑρμογένης:
πῶς γὰρ οὔ;
Σωκράτης:
τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως
406d
from her birth out of the foam (
).
Hermogenes:
But surely you, as an Athenian, will not forget Athena, nor Hephaestus and Ares.
Socrates:
That is not likely.
Hermogenes:
No.
Socrates:
It is easy to tell the reason of one of her two names.
Hermogenes:
What name?
Socrates:
We call her Pallas, you know.
Hermogenes:
Yes, of course.
Socrates:
Those of us are right, I fancy,
406e
ἡγούμενοι τεθῆναι ὀρθῶς ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα: τὸ γάρ που ἢ αὑτὸν ἤ τι ἄλλο μετεωρίζειν ἢ ἀπὸ τῆς γῆς ἢ ἐν ταῖς
406e
who think this name is derived from armed dances, for lifting oneself or anything else from the ground or
407a
χερσὶν “πάλλειν” τε καὶ “πάλλεσθαι” καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
“Παλλάδα” μὲν τοίνυν ταύτῃ.
Ἑρμογένης:
καὶ ὀρθῶς γε. ἀλλὰ δὴ τὸ ἕτερον πῶς λέγεις;
Σωκράτης:
τὸ τῆς Ἀθηνᾶς;
Ἑρμογένης:
ναί.
Σωκράτης:
τοῦτο ἐμβριθέστερον, ὦ φίλε. ἐοίκασι δὴ καὶ οἱ παλαιοὶ τὴν Ἀθηνᾶν νομίζειν ὥσπερ οἱ νῦν περὶ Ὅμηρον
407a
in the hands is called shaking (
) and being shaken, or dancing and being danced.
Hermogenes:
Yes, certainly.
Socrates:
So that is the reason she is called Pallas.
Hermogenes:
And rightly called so. But what can you say of her other name?
Socrates:
You mean Athena?
Hermogenes:
Yes.
Socrates:
That is a weightier matter, my friend. The ancients seem to have had the same belief about Athena as the interpreters of Homer have now;
407b
δεινοί. καὶ γὰρ τούτων οἱ πολλοὶ ἐξηγούμενοι τὸν ποιητήν φασι τὴν Ἀθηνᾶν αὐτὸν νοῦν τε καὶ διάνοιαν πεποιηκέναι, καὶ ὁ τὰ ὀνόματα ποιῶν ἔοικε τοιοῦτόν τι περὶ αὐτῆς διανοεῖσθαι, ἔτι δὲ μειζόνως λέγων θεοῦ νόησιν ὡσπερεὶ λέγει ὅτι “ἁ θεονόα” ἐστὶν αὕτη, τῷ ἄλφα ξενικῶς ἀντὶ τοῦ ἦτα χρησάμενος καὶ τὸ ἰῶτα καὶ τὸ σῖγμα ἀφελών. ἴσως δὲ οὐδὲ ταύτῃ, ἀλλ' ὡς τὰ θεῖα νοούσης αὐτῆς διαφερόντως τῶν ἄλλων “Θεονόην” ἐκάλεσεν. οὐδὲν δὲ ἀπέχει καὶ τὴν ἐν τῷ ἤθει νόησιν ὡς οὖσαν τὴν θεὸν ταύτην “Ἠθονόην” μὲν
407b
for most of these, in commenting on the poet, say that he represents Athena as mind (
) and intellect (
); and the maker of her name seems to have had a similar conception of her, but he gives her the still grander title of “mind of God”
, seeming to say that she is a
; here he used the alpha in foreign fashion instead of eta, and dropped out the iota and sigma. But perhaps that was not his reason; he may have called her Theonoe because she has unequalled knowledge of divine things (
). Perhaps, too, he may have wished to identify the goddess with wisdom of character (
)
407c
βούλεσθαι προσειπεῖν: παραγαγὼν δὲ ἢ αὐτὸς ἤ τινες ὕστερον ἐπὶ τὸ κάλλιον ὡς ᾤοντο, “Ἀθηνάαν” ἐκάλεσαν.
Ἑρμογένης:
τί δὲ δὴ τὸν Ἥφαιστον, πῇ λέγεις;
Σωκράτης:
ἦ τὸν γενναῖον τὸν “φάεος ἵστορα” ἐρωτᾷς;
Ἑρμογένης:
ἔοικα.
Σωκράτης:
οὐκοῦν οὗτος μὲν παντὶ δῆλος “Φαῖστοσ” ὤν, τὸ ἦτα προσελκυσάμενος;
Ἑρμογένης:
κινδυνεύει, ἐὰν μή πῄ σοι, ὡς ἔοικεν, ἔτι ἄλλῃ δόξῃ.
Σωκράτης:
ἀλλ' ἵνα μὴ δόξῃ, τὸν Ἄρη ἐρώτα.
Ἑρμογένης:
ἐρωτῶ.
407c
by calling her Ethonoe; and then he himself or others afterwards improved the name, as they thought, and called her Athenaa.
Hermogenes:
And how do you explain Hephaestus?
Socrates:
You ask about “the noble master of light”?
Hermogenes:
To be sure.
Socrates:
Hephaestus is Phaestus, with the eta added by attraction; anyone could see that, I should think.
Hermogenes:
Very likely, unless some other explanation occurs to you, as it probably will.
Socrates:
To prevent that, ask about Ares.
Hermogenes:
I do ask.
407d
Σωκράτης:
οὐκοῦν, εἰ μὲν βούλει, κατὰ τὸ ἄρρεν τε καὶ κατὰ τὸ ἀνδρεῖον “Ἄρησ” ἂν εἴη: εἰ δ' αὖ κατὰ τὸ σκληρόν τε καὶ ἀμετάστροφον, ὃ δὴ “ἄρρατον” καλεῖται, καὶ ταύτῃ ἂν πανταχῇ πολεμικῷ θεῷ πρέποι “Ἄρη” καλεῖσθαι.
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
ἐκ μὲν οὖν τῶν θεῶν πρὸς θεῶν ἀπαλλαγῶμεν, ὡς ἐγὼ δέδοικα περὶ αὐτῶν διαλέγεσθαι: περὶ δὲ ἄλλων <ὧν> τινων βούλει προβαλλέ μοι, “ὄφρα ἴδηαι οἷοι” Εὐθύφρονος “ἵπποι.”
407d
Socrates:
Ares, then, if you like, would be named for his virility and courage, or for his hard and unbending nature, which is called
; so Ares would be in every way a fitting name for the god of war.
Hermogenes:
Certainly.
Socrates:
For God's sake, let us leave the gods, as I am afraid to talk about them; but ask me about any others you please, “that you may see what” Euthyphro's “horses are.”
407e
Ἑρμογένης:
ἀλλὰ ποιήσω ταῦτα, ἔτι γε ἓν ἐρόμενός σε περὶ Ἑρμοῦ, ἐπειδή με καὶ οὔ φησιν Κρατύλος Ἑρμογένη εἶναι. πειρώμεθα οὖν τὸν “Ἑρμῆν” σκέψασθαι τί καὶ νοεῖ τὸ ὄνομα, ἵνα καὶ εἰδῶμεν εἰ τὶ ὅδε λέγει.
Σωκράτης:
ἀλλὰ μὴν τοῦτό γε ἔοικε περὶ λόγον τι εἶναι ὁ “Ἑρμῆς,” καὶ τὸ ἑρμηνέα εἶναι καὶ τὸ ἄγγελον καὶ τὸ
407e
Hermogenes:
I will do so, but first one more god. I want to ask you about Hermes, since Cratylus says I am not Hermogenes (son of Hermes). Let us investigate the name of Hermes, to find out whether there is anything in what he says.
Socrates:
Well then, this name “Hermes” seems to me to have to do with speech; he is an interpreter (
) and a messenger,
408a
κλοπικόν τε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν, περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη ἡ πραγματεία: ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, τὸ “εἴρειν” λόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει, “ἐμήσατό” φησιν, τοῦτο δὲ μηχανήσασθαί ἐστιν. ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειν τε καὶ τὸν λόγον μησάμενον—τὸ δὲ λέγειν δή ἐστιν εἴρειν—τοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει
408a
is wily and deceptive in speech, and is oratorical. All this activity is concerned with the power of speech. Now, as I said before,
denotes the use of speech; moreover, Homer often uses the word
, which means “contrive.” From these two words, then, the lawgiver imposes upon us the name of this god who contrived speech and the use of speech—
means “speak”—
408b
ἡμῖν ὁ νομοθέτης: “ὦ ἄνθρωποι, ὃς τὸ εἴρειν ἐμήσατο, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν εἰρέμησ”: νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομα “Ἑρμῆν” καλοῦμεν. [καὶ ἥ γε Ἶρις ἀπὸ τοῦ εἴρειν ἔοικεν κεκλημένη, ὅτι ἄγγελος ἦν.]
Ἑρμογένης:
νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη: οὔκουν εὐμήχανός γέ εἰμι λόγου.
Σωκράτης:
καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ὦ ἑταῖρε.
408b
and tells us: “Ye human beings, he who contrived speech (
) ought to be called Eiremes by you.” We, however, have beautified the name, as we imagine, and call him Hermes. Iris also seems to have got her name from
, because she is a messenger.
Hermogenes:
By Zeus, I believe Cratylus was right in saying I was not Hermogenes; I certainly am no good contriver of speech.
Socrates:
And it is reasonable, my friend, that Pan is the double-natured son of Hermes.
408c
Ἑρμογένης:
πῶς δή;
Σωκράτης:
οἶσθα ὅτι ὁ λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθής τε καὶ ψευδής.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν: ἐνταῦθα γὰρ πλεῖστοι οἱ μῦθοί τε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ὀρθῶς ἄρ' <ἂν> ὁ πᾶν μηνύων καὶ ἀεὶ πολῶν
408c
Hermogenes:
How is that?
Socrates:
You know that speech makes all things (
) known and always makes them circulate and move about, and is twofold, true and false.
Hermogenes:
Certainly.
Socrates:
Well, the true part is smooth and divine and dwells aloft among the gods, but falsehood dwells below among common men, is rough and like the tragic goat
; for tales and falsehoods are most at home there, in the tragic life.
Hermogenes:
Certainly.
Socrates:
Then Pan, who declares and always moves (
) all, is rightly called goat-herd (
),
408d
“Πὰν αἰπόλοσ” εἴη, διφυὴς Ἑρμοῦ ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής. καὶ ἔστιν ἤτοι λόγος ἢ λόγου ἀδελφὸς ὁ Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν: ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν. ἀλλ' ὅπερ ἐγὼ ἔλεγον, ὦ μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.
Ἑρμογένης:
τῶν γε τοιούτων, ὦ Σώκρατες, εἰ βούλει. περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν, οἷον ἡλίου τε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς
408d
being the double-natured son of Hermes, smooth in his upper parts, rough and goat-like in his lower parts. And Pan, if he is the son of Hermes, is either speech or the brother of speech, and that brother resembles brother is not at all surprising. But, as I said, my friend, let us get away from the gods.
Hermogenes:
From such gods as those, if you like, Socrates; but why should you not tell of another kind of gods, such as sun, moon, stars, earth,
408e
καὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;
Σωκράτης:
συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.
Ἑρμογένης:
καὶ μὴν χαριῇ.
Σωκράτης:
τί δὴ οὖν πρῶτον βούλει; ἢ ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ
408e
ether, air, fire, water, the seasons, and the year?
Socrates:
You are imposing a good many tasks upon me; however, if it will give you pleasure, I am willing.
Hermogenes:
It will give me pleasure.
Socrates:
What, then, do you wish first? Shall we discuss the sun (
), as you mentioned it first?
Hermogenes:
By all means.
Socrates:
I think it would be clearer
409a
τῷ Δωρικῷ τις ὀνόματι χρῷτο— “ἅλιον” γὰρ καλοῦσιν οἱ Δωριῆς— “ἅλιοσ” οὖν εἴη μὲν ἂν κατὰ τὸ ἁλίζειν εἰς ταὐτὸν τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δ' ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ εἱλεῖν ἰών, ἐοίκοι δ' ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς: τὸ δὲ ποικίλλειν καὶ αἰολεῖν ταὐτόν.
Ἑρμογένης:
τί δὲ ἡ “σελήνη”;
Σωκράτης:
τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.
Ἑρμογένης:
τί δή;
Σωκράτης:
ἔοικε δηλοῦντι παλαιότερον ὃ ἐκεῖνος νεωστὶ ἔλεγεν,
409a
if we were to use the Doric form of the name. The Dorians call it
. Now
might be derived from collecting (
) men when he rises, or because he always turns (
) about the earth in his course, or because he variegates the products of the earth, for variegate is identical with
.
Hermogenes:
And what of the moon, Selene?
Socrates:
That name appears to put Anaxagoras in an uncomfortable position.
Hermogenes:
How so?
Socrates:
Why, it seems to have anticipated by many years the recent doctrine of Anaxagoras,
409b
ὅτι ἡ σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς.
Ἑρμογένης:
πῶς δή;
Σωκράτης:
τὸ μέν που “σέλασ” καὶ τὸ “φῶσ” ταὐτόν.
Ἑρμογένης:
ναί.
Σωκράτης:
νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν: κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
“Σελαναίαν” δέ γε καλοῦσιν αὐτὴν πολλοί.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, “Σελαενονεοάεια”
409b
that the moon receives its light from the sun.
Hermogenes:
How is that?
Socrates:
(gleam) and
(light) are the same thing.
Hermogenes:
Yes.
Socrates:
Now the light is always new and old about the moon, if the Anaxagoreans are right; for they say the sun, in its continuous course about the moon, always sheds new light upon it, and the light of the previous month persists.
Hermogenes:
Certainly.
Socrates:
The moon is often called
.
Hermogenes:
Certainly.
Socrates:
Because it has always a new and old gleam (
)
409c
μὲν δικαιότατ' ἂν [τῶν] ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ “Σελαναία” κέκληται.
Ἑρμογένης:
διθυραμβῶδές γε τοῦτο τοὔνομα, ὦ Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;
Σωκράτης:
ὁ μὲν “μεὶσ” ἀπὸ τοῦ μειοῦσθαι εἴη ἂν “μείησ” ὀρθῶς κεκλημένος, τὰ δ' “ἄστρα” ἔοικε τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν. ἡ δὲ “ἀστραπή,” ὅτι τὰ ὦπα ἀναστρέφει, “ἀναστρωπὴ” ἂν εἴη, νῦν δὲ “ἀστραπὴ” καλλωπισθεῖσα κέκληται.
Ἑρμογένης:
τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ;
409c
the very most fitting name for it would be
, which has been compressed into
.
Hermogenes:
That is a regular opera bouffe name, Socrates. But what have you to say of the month (
) and the stars?
Socrates:
The word “month” (
) would be properly pronounced
, from
, “to grow less,” and I think the stars (
) get their name from
(lightning). But
, because it turns our eyes upwards (
), would be called
, which is now pronounced more prettily
.
Hermogenes:
And what of
(fire) and
(water)?
409d
Σωκράτης:
τὸ “πῦρ” ἀπορῶ: καὶ κινδυνεύει ἤτοι ἡ τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, ἢ τοῦτό τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἃ ἂν ἀπορῶ.
Ἑρμογένης:
τίνα δή;
Σωκράτης:
ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι: ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;
Ἑρμογένης:
μὰ Δί' οὐκ ἔγωγε.
Σωκράτης:
σκέψαι δὴ ὃ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ
409d
Socrates:
is too much for me. It must be that either the muse of Euthyphro has deserted me or this is a very difficult word. Now just note the contrivance I introduce in all cases like this which are too much for me.
Hermogenes:
What contrivance?
Socrates:
I will tell you. Answer me; can you tell the reason of the word
?
Hermogenes:
Not I, by Zeus.
Socrates:
See what I suspect about it. I know that many Greeks,
409e
ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.
Ἑρμογένης:
τί οὖν δή;
Σωκράτης:
εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατ' ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.
Ἑρμογένης:
εἰκότως γε.
409e
especially those who are subject to the barbarians, have adopted many foreign words.
Hermogenes:
What of that?
Socrates:
If we should try to demonstrate the fitness of those words in accordance with the Greek language, and not in accordance with the language from which they are derived, you know we should get into trouble.
Hermogenes:
Naturally.
410a
Σωκράτης:
ὅρα τοίνυν καὶ τοῦτο τὸ ὄνομα τὸ “πῦρ” μή τι βαρβαρικὸν ᾖ. τοῦτο γὰρ οὔτε ῥᾴδιον προσάψαι ἐστὶν Ἑλληνικῇ φωνῇ, φανεροί τ' εἰσὶν οὕτως αὐτὸ καλοῦντες Φρύγες σμικρόν τι παρακλίνοντες: καὶ τό γε “ὕδωρ” καὶ τὰς “κύνασ” καὶ ἄλλα πολλά.
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
οὐ τοίνυν δεῖ ταῦτα προσβιάζεσθαι, ἐπεὶ ἔχοι γ' ἄν τις εἰπεῖν περὶ αὐτῶν. τὸ μὲν οὖν πῦρ καὶ τὸ ὕδωρ ταύτῃ
410a
Socrates:
Well, this word
is probably foreign; for it is difficult to connect it with the Greek language, and besides, the Phrygians have the same word, only slightly altered. The same is the case with
(water),
(dog), and many other words.
Hermogenes:
Yes, that is true.
Socrates:
So we must not propose forced explanations of these words, though something might be said about them. I therefore set aside
and
in this way.
410b
ἀπωθοῦμαι: ὁ δὲ δὴ ἀὴρ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι αἴρει τὰ ἀπὸ τῆς γῆς, “ἀὴρ” κέκληται; ἢ ὅτι ἀεὶ ῥεῖ; ἢ ὅτι πνεῦμα ἐξ αὐτοῦ γίγνεται ῥέοντος; οἱ γὰρ ποιηταί που τὰ πνεύματα “ἀήτασ” καλοῦσιν: ἴσως οὖν λέγει, ὥσπερ ἂν εἰ εἴποι πνευματόρρουν, “ἀητόρρουν” [ὅθεν δὴ βούλεται αὐτὸν οὕτως εἰπεῖν, ὅτι ἐστὶν ἀήρ]. τὸν δὲ αἰθέρα τῇδέ πῃ ὑπολαμβάνω, ὅτι ἀεὶ θεῖ περὶ τὸν ἀέρα ῥέων “ἀειθεὴρ” δικαίως ἂν καλοῖτο. γῆ δὲ μᾶλλον σημαίνει ὃ βούλεται ἐάν τις
410b
But is air called
because it raises (
) things from the earth, or because it is always flowing (
), or because wind arises from its flow? The poets call the winds
, “blasts.” Perhaps the poet means to say “air-flow” (
), as he might say “wind-flow” (
). The word
(ether) I understand in this way: because it always runs and flows about the air (
), it may properly be called
. The word
(earth) shows the meaning better
410c
“γαῖαν” ὀνομάσῃ: γαῖα γὰρ γεννήτειρα ἂν εἴη ὀρθῶς κεκλημένη, ὥς φησιν Ὅμηρος: τὸ γὰρ “γεγάασιν” γεγεννῆσθαι λέγει. εἶεν: τί οὖν ἡμῖν ἦν τὸ μετὰ τοῦτο;
Ἑρμογένης:
ὧραι, ὦ Σώκρατες, καὶ ἐνιαυτὸς καὶ ἔτος.
Σωκράτης:
αἱ μὲν δὴ ὧραι Ἀττικιστὶ ὡς τὸ παλαιὸν ῥητέον, εἴπερ βούλει τὸ εἰκὸς εἰδέναι: ΗΟΡΑΙ γάρ εἰσι διὰ τὸ ὁρίζειν χειμῶνάς τε καὶ θέρη καὶ πνεύματα καὶ τοὺς καρποὺς τοὺς ἐκ τῆς γῆς: ὁρίζουσαι δὲ δικαίως ἂν “ὅραι” καλοῖντο.
410c
in the form
; for
is a correct word for “mother,” as Homer says, for he uses
to mean
(be born). Well, now what came next?
Hermogenes:
The seasons, Socrates, and the two words for year.
Socrates:
The word
(seasons) should be pronounced in the old Attic fashion,
, if you wish to know the probable meaning;
exist to divide winters and summers and winds and the fruits of the earth; and since they divide (
), they would rightly be called
.
410d
ἐνιαυτὸς δὲ καὶ ἔτος κινδυνεύει ἕν τι εἶναι. τὸ γὰρ τὰ φυόμενα καὶ τὰ γιγνόμενα ἐν μέρει ἕκαστον προάγον εἰς φῶς καὶ αὐτὸ ἐν αὑτῷ ἐξετάζον, τοῦτο, ὥσπερ ἐν τοῖς πρόσθεν τὸ τοῦ Διὸς ὄνομα δίχα διῃρημένον οἱ μὲν Ζῆνα, οἱ δὲ Δία ἐκάλουν, οὕτω καὶ ἐνταῦθα οἱ μὲν “ἐνιαυτόν,” ὅτι ἐν ἑαυτῷ, οἱ δὲ “ἔτος,” ὅτι ἐτάζει: ὁ δὲ ὅλος λόγος ἐστὶν τὸ “ἐν ἑαυτῷ ἐτάζον” τοῦτο προσαγορεύεσθαι ἓν ὂν δίχα, ὥστε δύο ὀνόματα γεγονέναι, “ἐνιαυτόν” τε καὶ
410d
The two words for year,
and
, are really one. For that which brings to light within itself the plants and animals, each in its turn, and examines them, is called by some
, because of its activity within itself (
), and by others
, because it examines (
), just as we saw before that the name of Zeus was divided and some said
and others
. The whole phrase is “that which examines within itself” (
), and this one phrase is divided in speech so that the two words
and
410e
“ἔτος,” ἐξ ἑνὸς λόγου.
Ἑρμογένης:
ἀλλὰ δῆτα, ὦ Σώκρατες, πολὺ ἐπιδίδως.
Σωκράτης:
πόρρω ἤδη οἶμαι φαίνομαι σοφίας ἐλαύνειν.
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
τάχα μᾶλλον φήσεις.
410e
are formed from one phrase.
Hermogenes:
Truly, Socrates, you are going ahead at a great rate.
Socrates:
Yes, I fancy I am already far along on the road of wisdom.
Hermogenes:
I am sure you are.
Socrates:
You will be surer presently.
411a
Ἑρμογένης:
ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἷον “φρόνησίσ” τε καὶ “σύνεσισ” καὶ “δικαιοσύνη” καὶ τἆλλα τὰ τοιαῦτα πάντα.
Σωκράτης:
ἐγείρεις μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων: ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλ' ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂς πάντα ταῦτα τὰ
411a
Hermogenes:
Now after the class of words you, have explained, I should like to examine the correctness of the noble words that relate to virtue, such as wisdom, intelligence, justice, and all the others of that sort.
Socrates:
You are stirring up a mighty tribe of words, my friend; however, since I have put on the lion helmet, I must not play the coward, but must, it seems, examine wisdom, intelligence, thought, knowledge,
411b
καλὰ ὀνόματα.
Ἑρμογένης:
πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι.
Σωκράτης:
καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, ὃ καὶ νυνδὴ ἐνενόησα, ὅτι οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν, κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως
411b
and all the other noble words of which you speak.
Hermogenes:
Certainly we must not stop until that is done.
Socrates:
By dog, I believe I have a fine intuition which has just come to me, that the very ancient men who invented names were quite like most of the present philosophers who always get dizzy as they turn round and round in their search for the nature of things, and then the things seem to them to turn round and round and be in motion.
411c
φέρεσθαι. αἰτιῶνται δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐδὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί. λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ ὀνόματα.
Ἑρμογένης:
πῶς δὴ τοῦτο, ὦ Σώκρατες;
Σωκράτης:
οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.
Ἑρμογένης:
οὐ πάνυ ἐνεθυμήθην.
411c
They think the cause of this belief is not an affection within themselves, but that the nature of things really is such that nothing is at rest or stable, but everything is flowing and moving and always full of constant motion and generation. I say this because I thought of it with reference to all these words we are now considering.
Hermogenes:
How is that, Socrates?
Socrates:
Perhaps you did not observe that the names we just mentioned are given under the assumption that the things named are moving and flowing and being generated.
Hermogenes:
No, I did not notice that at all.
411d
Σωκράτης:
καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.
Ἑρμογένης:
τὸ ποῖον;
Σωκράτης:
ἡ “φρόνησισ”: φορᾶς γάρ ἐστι καὶ ῥοῦ νόησις. εἴη δ' ἂν καὶ ὄνησιν ὑπολαβεῖν φορᾶς: ἀλλ' οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, ἡ “γνώμη” παντάπασιν δηλοῖ γονῆς σκέψιν καὶ νώμησιν: τὸ γὰρ “νωμᾶν” καὶ τὸ “σκοπεῖν” ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ ἡ “νόησισ” τοῦ νέου ἐστὶν ἕσις, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει
411d
Socrates:
Surely the first one we mentioned is subject to such assumptions.
Hermogenes:
What is the word ?
Socrates:
Wisdom (
); for it is perception (
) of motion (
) and flowing (
); or it might be understood as benefit (
) of motion (
); in either case it has to do with motion. And
(thought), if you please, certainly denotes contemplation and consideration of generation (
); for to consider is the same as to contemplate. Or, if you please,
(intelligence) is merely
(desire)
(of the new); but that things are new shows that they are always being generated;
411e
γιγνόμενα ἀεὶ εἶναι: τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν “νεόεσιν.” οὐ γὰρ “νόησισ” τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλ' ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο, “νοέεσιν.” “σωφροσύνη” δὲ σωτηρία οὗ νυνδὴ ἐσκέμμεθα,
411e
therefore the soul's desire for generation is declared by the giver of the name
; for in antiquity the name was not
, but two epsilons had to be spoken instead of the eta.
(self-restraint) is
(salvation) of
(wisdom), which we have just been discussing.
412a
φρονήσεως. καὶ μὴν ἥ γε ἐπιστήμη μηνύει ὡς φερομένοις τοῖς πράγμασιν ἑπομένης τῆς ψυχῆς τῆς ἀξίας λόγου, καὶ οὔτε ἀπολειπομένης οὔτε προθεούσης: διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ “ἑπεϊστήμην” αὐτὴν ὀνομάζειν. “σύνεσισ” δ' αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον: συμπορεύεσθαι γὰρ λέγει
412a
And
(knowledge) indicates that the soul which is of any account accompanies (
) things in their motion, neither falling behind them nor running in front of them; therefore we ought to insert an epsilon and call it
.
(intelligence) in its turn is a kind of reckoning together; when one says
(understand), the same thing as
is said;
412b
τὴν ψυχὴν τοῖς πράγμασι τὸ “συνιέναι.” ἀλλὰ μὴν ἥ γε “σοφία” φορᾶς ἐφάπτεσθαι σημαίνει. σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον: ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι “ἐσύθη” φασίν. Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν “Σοῦσ”: τὴν γὰρ ταχεῖαν ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν. ταύτης οὖν τῆς φορᾶς ἐπαφὴν σημαίνει ἡ σοφία, ὡς φερομένων τῶν ὄντων.
412b
for
means that the soul goes with things. Certainly
(wisdom) denotes the touching of motion. This word is very obscure and of foreign origin; but we must remember that the poets often say of something which begins to advance
(it rushed). There was a famous Laconian whose name was
(Rush), for this is the Laconian word for rapid motion. Now
signifies the touching (
) of this rapid motion, the assumption being that things are in motion. And the word
(good)
412c
καὶ μὴν τό γε “ἀγαθόν,” τοῦτο τῆς φύσεως πάσης τῷ ἀγαστῷ βούλεται τὸ ὄνομα ἐπικεῖσθαι. ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρ' αὐτοῖς τάχος, ἔνι δὲ βραδυτής. ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν. τοῦ θοοῦ δὴ τῷ ἀγαστῷ αὕτη ἡ ἐπωνυμία ἐστίν, “τἀγαθόν.”


“δικαιοσύνη” δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ δικαίου συνέσει τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν: αὐτὸ δὲ τὸ “δίκαιον” χαλεπόν. καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι
412c
is intended to denote the admirable (
) in all nature. For since all things are in motion, they possess quickness and slowness; now not all that is swift, but only part of it, is admirable; this name
is therefore given to the admirable (
) part of the swift (
).


It is easy to conjecture that the word
applies to the understanding (
) of the just (
) but the word
(just) is itself difficult. Up to a certain point, you see, many men seem to agree about it, but beyond that they differ.
412d
παρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι. ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο ἢ χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν, δι' οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι: εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον. οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόν τε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις. ἐπεὶ δ' οὖν ἐπιτροπεύει τὰ
412d
For those who think the universe is in motion believe that the greater part of it is of such a nature as to be a mere receptacle, and that there is some element which passes through all this, by means of which all created things are generated. And this element must be very rapid and very subtle; for it could not pass through all the universe unless it were very subtle, so that nothing could keep it out, and it must be very swift, so that all other things are relatively at rest. Since, then, it superintends and passes through (
) all other things,
412e
ἄλλα πάντα διαϊόν, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς “δίκαιον,” εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν. μέχρι μὲν οὖν ἐνταῦθα, ὃ νυνδὴ ἐλέγομεν, παρὰ πολλῶν ὁμολογεῖται
412e
this is rightly called by the name
, the sound of the kappa being added merely for the sake of euphony. Up to this point, as I said just now, many men agree about justice (
);
413a
τοῦτο εἶναι τὸ δίκαιον: ἐγὼ δέ, ὦ Ἑρμόγενες, ἅτε λιπαρὴς ὢν περὶ αὐτοῦ, ταῦτα μὲν πάντα διαπέπυσμαι ἐν ἀπορρήτοις, ὅτι τοῦτό ἐστι τὸ δίκαιον καὶ τὸ αἴτιον—δι' ὃ γὰρ γίγνεται, τοῦτ' ἔστι τὸ αἴτιον—καὶ “Δία” καλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα. ἐπειδὰν δ' ἠρέμα αὐτοὺς ἐπανερωτῶ ἀκούσας ταῦτα μηδὲν ἧττον: “τί οὖν ποτ' ἔστιν, ὦ ἄριστε, δίκαιον, εἰ τοῦτο οὕτως ἔχει;” δοκῶ τε ἤδη μακρότερα τοῦ προσήκοντος ἐρωτᾶν καὶ ὑπὲρ τὰ ἐσκαμμένα
413a
and I, Hermogenes, being very much in earnest about it, have persistently asked questions and have been told in secret teachings that this is justice, or the cause—for that through which creation takes place is a cause—and some one told me that it was for this reason rightly called Zeus (
). But when, after hearing this, I nevertheless ask them quietly, “What then, my most excellent friend, if this is true, is justice?” they think I am asking too many questions and am leaping over the trenches.
413b
ἅλλεσθαι. ἱκανῶς γάρ μέ φασι πεπύσθαι [ἀκηκοέναι] καὶ ἐπιχειροῦσιν, βουλόμενοι ἀποπιμπλάναι με, ἄλλος ἄλλα ἤδη λέγειν, καὶ οὐκέτι συμφωνοῦσιν. ὁ μὲν γὰρ τίς φησιν τοῦτο εἶναι δίκαιον, τὸν ἥλιον: τοῦτον γὰρ μόνον διαϊόντα καὶ κάοντα ἐπιτροπεύειν τὰ ὄντα. ἐπειδὰν οὖν τῳ λέγω αὐτὸ ἅσμενος ὡς καλόν τι ἀκηκοώς, καταγελᾷ μου οὗτος ἀκούσας καὶ ἐρωτᾷ εἰ οὐδὲν δίκαιον οἶμαι εἶναι ἐν τοῖς ἀνθρώποις ἐπειδὰν
413b
They say I have been told enough; they try to satisfy me by saying all sorts of different things, and they no longer agree. For one says the sun is justice, for the sun alone superintends all things, passing through and burning (
) them. Then when I am pleased and tell this to some one, thinking it is a fine answer, he laughs at me and asks if I think there is no justice among men when the sun has set. So I beg him to tell me what he thinks it is,
413c
ὁ ἥλιος δύῃ. λιπαροῦντος οὖν ἐμοῦ ὅτι αὖ ἐκεῖνος λέγει αὐτό, τὸ πῦρ φησιν: τοῦτο δὲ οὐ ῥᾴδιόν ἐστιν εἰδέναι. ὁ δὲ οὐκ αὐτὸ τὸ πῦρ φησιν, ἀλλ' αὐτὸ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ ἐνόν. ὁ δὲ τούτων μὲν πάντων καταγελᾶν φησιν, εἶναι δὲ τὸ δίκαιον ὃ λέγει Ἀναξαγόρας, νοῦν εἶναι τοῦτο: αὐτοκράτορα γὰρ αὐτὸν ὄντα καὶ οὐδενὶ μεμειγμένον πάντα φησὶν αὐτὸν κοσμεῖν τὰ πράγματα διὰ πάντων ἰόντα. ἐνταῦθα δὴ ἐγώ, ὦ φίλε, πολὺ ἐν πλείονι ἀπορίᾳ εἰμὶ ἢ πρὶν ἐπιχειρῆσαι μανθάνειν
413c
and he says “Fire.” But this is not easy to understand. He says it is not actual fire, but heat in the abstract that is in the fire. Another man says he laughs at all these notions, and that justice is what Anaxagoras says it is, mind; for mind, he says, is ruled only by itself, is mixed with nothing, orders all things, and passes through them. Then, my friend, I am far more perplexed than before I undertook to learn about the nature of justice.
413d
περὶ τοῦ δικαίου ὅτι ποτ' ἔστιν. ἀλλ' οὖν οὗπερ ἕνεκα ἐσκοποῦμεν, τό γε ὄνομα τοῦτο φαίνεται αὐτῷ διὰ ταῦτα κεῖσθαι.
Ἑρμογένης:
φαίνῃ μοι, ὦ Σώκρατες, ταῦτα μὲν ἀκηκοέναι του καὶ οὐκ αὐτοσχεδιάζειν.
Σωκράτης:
τί δὲ τἆλλα;
Ἑρμογένης:
οὐ πάνυ.
Σωκράτης:
ἄκουε δή: ἴσως γὰρ ἄν σε καὶ τὰ ἐπίλοιπα ἐξαπατήσαιμι ὡς οὐκ ἀκηκοὼς λέγω. μετὰ γὰρ δικαιοσύνην τί ἡμῖν λείπεται; ἀνδρείαν οἶμαι οὔπω διήλθομεν. ἀδικία μὲν γὰρ
413d
But I think the name—and that was the subject of our investigation—was given for the reasons I have mentioned.
Hermogenes:
I think, Socrates, you must have heard this from some one and are not inventing it yourself.
Socrates:
And how about the rest of my talk?
Hermogenes:
I do not at all think you had heard that.
Socrates:
Listen then; perhaps I may deceive you into thinking that all I am going to say is my own. What remains to consider after justice? I think we have not yet discussed courage.
413e
δῆλον ὅτι ἐστὶν ὄντος ἐμπόδισμα τοῦ διαϊόντος, ἀνδρεία δὲ σημαίνει ὡς ἐν μάχῃ ἐπονομαζομένης τῆς ἀνδρείας—μάχην δ' εἶναι ἐν τῷ ὄντι, εἴπερ ῥεῖ, οὐκ ἄλλο τι ἢ τὴν ἐναντίαν ῥοήν—ἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας, αὐτὸ μηνύει τὸ ἔργον τὸ ὄνομα ἡ “ἀνρεία.” δῆλον οὖν ὅτι οὐ πάσῃ ῥοῇ ἡ ἐναντία ῥοὴ ἀνδρεία ἐστίν, ἀλλὰ τῇ παρὰ
413e
It is plain enough that injustice (
) is really a mere hindrance of that which passes through (
, but the word
(courage) implies that courage got its name in battle, and if the universe is flowing, a battle in the universe can be nothing else than an opposite current or flow (
). Now if we remove the delta from the word
, the word
signifies exactly that activity. Of course it is clear that not the current opposed to every current is courage, but only that opposed to the current which is contrary to justice;
414a
τὸ δίκαιον ῥεούσῃ: οὐ γὰρ ἂν ἐπῃνεῖτο ἡ ἀνδρεία. καὶ τὸ “ἄρρεν” καὶ ὁ “ἀνὴρ” ἐπὶ παραπλησίῳ τινὶ τούτῳ ἐστί, τῇ ἄνῳ ῥοῇ. “γυνὴ” δὲ γονή μοι φαίνεται βούλεσθαι εἶναι. τὸ δὲ “θῆλυ” ἀπὸ τῆς θηλῆς τι φαίνεται ἐπωνομάσθαι: ἡ δὲ “θηλὴ” ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι τεθηλέναι ποιεῖ ὥσπερ τὰ ἀρδόμενα;
Ἑρμογένης:
ἔοικέν γε, ὦ Σώκρατες.
Σωκράτης:
καὶ μὴν αὐτό γε τὸ “θάλλειν” τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα καὶ ἐξαιφνιδία γίγνεται.
414a
for otherwise courage would not be praised. The words
(male) and
(man) refer, like
, to the upward (
) current or flow. The word
(woman) seems to me to be much the same as
(birth). I think
(female) is derived from
(teat); and is not
, Hermogenes, so called because it makes things flourish (
), like plants wet with showers?
Hermogenes:
Very likely, Socrates.
Socrates:
And again, the word
(flourish) seems to me to figure the rapid and sudden growth of the young.
414b
οἷόνπερ οὖν μεμίμηται τῷ ὀνόματι, συναρμόσας ἀπὸ τοῦ θεῖν καὶ ἅλλεσθαι τὸ ὄνομα. ἀλλ' οὐ γὰρ ἐπισκοπεῖς με ὥσπερ ἐκτὸς δρόμου φερόμενον ἐπειδὰν λείου ἐπιλάβωμαι: ἐπίλοιπα δὲ ἡμῖν ἔτι συχνὰ τῶν δοκούντων σπουδαίων εἶναι.
Ἑρμογένης:
ἀληθῆ λέγεις.
Σωκράτης:
ὧν γ' ἔστιν ἓν καὶ “τέχνην” ἰδεῖν ὅτι ποτὲ βούλεται εἶναι.
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
οὐκοῦν τοῦτό γε ἕξιν νοῦ σημαίνει, τὸ μὲν ταῦ
414b
Something of that sort the namegiver has reproduced in the name, which he compounded of
(run) and
(jump). You do not seem to notice how I rush along outside of the race-course, when I get on smooth ground. But we still have plenty of subjects left which seem to be serious.
Hermogenes:
True.
Socrates:
One of which is to see what the word
(art, science) means.
Hermogenes:
Certainly.
Socrates:
Does not this denote possession of mind, if you remove the tau and insert omicron between the chi and the nu
414c
ἀφελόντι, ἐμβαλόντι δὲ οὖ μεταξὺ τοῦ χεῖ καὶ τοῦ νῦ καὶ <τοῦ νῦ καὶ> τοῦ ἦτα;
Ἑρμογένης:
καὶ μάλα γε γλίσχρως, ὦ Σώκρατες.
Σωκράτης:
ὦ μακάριε, οὐκ οἶσθ' ὅτι τὰ πρῶτα ὀνόματα τεθέντα κατακέχωσται ἤδη ὑπὸ τῶν βουλομένων τραγῳδεῖν αὐτά, περιτιθέντων γράμματα καὶ ἐξαιρούντων εὐστομίας ἕνεκα καὶ πανταχῇ στρεφόντων, καὶ ὑπὸ καλλωπισμοῦ καὶ ὑπὸ χρόνου. ἐπεὶ ἐν τῷ “κατόπτρῳ” οὐ δοκεῖ [σοι] ἄτοπον εἶναι τὸ ἐμβεβλῆσθαι τὸ ῥῶ; ἀλλὰ τοιαῦτα οἶμαι ποιοῦσιν οἱ τῆς μὲν
414c
and the nu and the eta (making
)?
Hermogenes:
It does it very poorly, Socrates.
Socrates:
My friend, you do not bear in mind that the original words have before now been completely buried by those who wished to dress them up, for they have added and subtracted letters for the sake of euphony and have distorted the words in every way for ornamentation or merely in the lapse of time. Do you not, for instance, think it absurd that the letter rho is inserted in the word
(mirror)?
414d
ἀληθείας οὐδὲν φροντίζοντες, τὸ δὲ στόμα πλάττοντες, ὥστ' ἐπεμβάλλοντες πολλὰ ἐπὶ τὰ πρῶτα ὀνόματα τελευτῶντες ποιοῦσιν μηδ' ἂν ἕνα ἀνθρώπων συνεῖναι ὅτι ποτὲ βούλεται τὸ ὄνομα: ὥσπερ καὶ τὴν Σφίγγα ἀντὶ “φικὸσ” “σφίγγα” καλοῦσιν, καὶ ἄλλα πολλά.
Ἑρμογένης:
ταῦτα μὲν ἔστιν οὕτως, ὦ Σώκρατες.
Σωκράτης:
εἰ δ' αὖ τις ἐάσει καὶ ἐντιθέναι καὶ ἐξαιρεῖν ἅττ' ἂν βούληταί τις εἰς τὰ ὀνόματα, πολλὴ εὐπορία ἔσται καὶ πᾶν ἂν παντί τις ὄνομα πράγματι προσαρμόσειεν.
414d
I think that sort of thing is the work of people who care nothing for truth, but only for the shape of their mouths; so they keep adding to the original words until finally no human being can understand what in the world the word means. So the sphinx, for instance, is called sphinx, instead of phix, and there are many other examples.
Hermogenes:
Yes, that is true, Socrates.
Socrates:
And if we are permitted to insert and remove any letters we please in words, it will be perfectly easy to fit any name to anything.
414e
Ἑρμογένης:
ἀληθῆ λέγεις.
Σωκράτης:
ἀληθῆ μέντοι. ἀλλὰ τὸ μέτριον οἶμαι δεῖ φυλάττειν καὶ τὸ εἰκὸς σὲ τὸν σοφὸν ἐπιστάτην.
Ἑρμογένης:
βουλοίμην ἄν.
Σωκράτης:
καὶ ἐγώ σοι συμβούλομαι, ὦ Ἑρμόγενες. ἀλλὰ μὴ
414e
Hermogenes:
True.
Socrates:
Yes, quite true. But I think you, as a wise director, must observe the rule of moderation and probability.
Hermogenes:
I should like to do so.
Socrates:
And I, too, Hermogenes.
415a
λίαν, ὦ δαιμόνιε, ἀκριβολογοῦ, “μή μ' ἀπογυιώσῃς μένεος.” ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην μηχανὴν ἐπισκεψώμεθα. “μηχανὴ” γάρ μοι δοκεῖ τοῦ ἄνειν ἐπὶ πολὺ σημεῖον εἶναι: τὸ γὰρ “μῆκόσ” πως τὸ πολὺ σημαίνει: ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, “μήκουσ” τε καὶ τοῦ “ἄνειν,” τὸ ὄνομα ἡ “μηχανή.” ἀλλ', ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν: “ἀρετὴ” γὰρ καὶ “κακία” ὅτι βούλεται τὰ ὀνόματα
415a
But do not, my friend, demand too much precision, lest you “enfeeble me of my sight.” For now that
(art) is disposed of, I am nearing the loftiest height of my subject, when once we have investigated
(contrivance). For I think
signifies
(much accomplishment); for
(length) has about the same meaning as
(much), and the name
is composed of these two,
and
. But, as I was just saying, we must go on to the loftiest height of our subject; we must search for the meaning of the words
(virtue) and
(wickedness). Now one of them I cannot yet see;
415b
ζητητέα. τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δ' ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ κακῶς ἰὸν “κακία” ἂν εἴη: τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτ' ἔστιν, δοκεῖ μοι δηλοῦν καὶ ἐν τῇ “δειλίᾳ,” ὃ οὔπω διήλθομεν ἀλλ'
415b
but the other seems to be quite clear, since it agrees with everything we have said before. For inasmuch as all things are in motion, everything that moves badly (
) would be evil (
); and when this evil motion in relation to its environment exists in the soul, it receives the general name
(evil) in the special sense of wickedness. But the nature of evil motion (
) is made clear, I think, also in the word
(cowardice), which we have not yet discussed. We passed it by,
415c
ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν ἀνδρείαν σκέψασθαι: δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. ἡ δ' οὖν δειλία τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν: τὸ γὰρ “λίαν” ἰσχύς τίς ἐστιν. δεσμὸς οὖν ὁ λίαν καὶ ὁ μέγιστος τῆς ψυχῆς ἡ δειλία ἂν εἴη: ὥσπερ γε καὶ ἡ ἀπορία κακόν, καὶ πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτ' οὖν φαίνεται τὸ κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, ὃ δὴ ψυχὴ ὅταν ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δ' ἐπὶ τοιούτοις ἡ “κακία” ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἡ “ἀρετὴ” ἂν εἴη, σημαῖνον πρῶτον
415c
when we ought to have examined it after
(courage); and I fancy we passed over a good many other words. Now the meaning of
is “a strong bond of the soul”; for
(excessively) is, in a way, expressive of strength; so
would be the excessive or greatest bond (
) of the soul; and so, too,
(perplexity) is an evil, as is everything, apparently, which hinders motion and progress (
). This, then, seems to be the meaning of evil motion (
), that advance is halting and impeded; and the soul that is infected by it becomes filled with wickedness (
). If these are the reasons for the name of wickedness, virtue (
) would be the opposite of this; it would signify first ease of motion,
415d
μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, <ὃ> ὀρθῶς μὲν ἔχει “ἀειρείτην” καλεῖν, [ἴσως δὲ αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης,] συγκεκρότηται δὲ καὶ καλεῖται “ἀρετή.” καὶ ἴσως με αὖ φήσεις πλάττειν: ἐγὼ δέ φημι, εἴπερ ὃ ἔμπροσθεν εἶπον ὀρθῶς ἔχει, ἡ “κακία,”
415d
and secondly that the flow of the good soul is always unimpeded, and therefore it has received this name, which designates that which always flows (
) without let or hindrance. It is properly called
, or perhaps also
, indicating that this condition is especially to be chosen; but it has been compressed and is pronounced
. Perhaps you will say this is another invention of mine; but I say if what I said just now about
is right,
415e
καὶ τοῦτο τὸ ὄνομα τὴν “ἀρετὴν” ὀρθῶς ἔχειν.
415e
this about the name of
is right too.
416a
Ἑρμογένης:
τὸ δὲ δὴ “κακόν,” δι' οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;
Σωκράτης:
ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν. ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην τὴν μηχανήν.
Ἑρμογένης:
ποίαν ταύτην;
Σωκράτης:
τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.
Ἑρμογένης:
καὶ ἔοικάς γε ὀρθῶς λέγοντι. ἀλλ' εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ “καλὸν” καὶ [τὸ] “αἰσχρὸν” πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.
Σωκράτης:
τὸ μὲν τοίνυν “αἰσχρὸν” καὶ δὴ κατάδηλόν μοι
416a
Hermogenes:
But what is the meaning of the word
which you used in many of your derivations?
Socrates:
By Zeus, I think it is a strange word and hard to understand; so I apply to it that contrivance of mine.
Hermogenes:
What contrivance?
Socrates:
The claim of foreign origin, which I advance in this case as in those others.
Hermogenes:
Well, probably you are right. But, if you please, let us drop these words and try to discover the reasons for the words
(beautiful, noble) and
(base).
Socrates:
I think the meaning of
is clear,
416b
φαίνεται ὃ νοεῖ: καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ ἀεὶ ἴσχοντι τὸν ῥοῦν τοῦτο τὸ ὄνομα ἔθετο <τὸ> “ἀεισχοροῦν”: νῦν δὲ συγκροτήσαντες “αἰσχρὸν” καλοῦσιν.
Ἑρμογένης:
τί δὲ τὸ “καλόν”;
Σωκράτης:
τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό: ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.
Ἑρμογένης:
πῶς δή;
Σωκράτης:
τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.
Ἑρμογένης:
πῶς λέγεις;
416b
and this also agrees with what has been said before. For the giver of names appears to me throughout to denounce that which hinders and restrains things from flowing, and in this instance he gave to that which always restrains the flow (
) this name
, which is now compressed and pronounced
.
Hermogenes:
What about
?
Socrates:
That is harder to understand, and yet it expresses its meaning: it has been altered merely in accent and in the length of the O.
416c
Σωκράτης:
φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρ' οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;
Ἑρμογένης:
πάντως που.
Σωκράτης:
οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;
Ἑρμογένης:
ναί.
Σωκράτης:
οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ μή, ψεκτά;
Ἑρμογένης:
πάνυ γε.
416c
Hermogenes:
How is that?
Socrates:
I think this word denotes intellect.
Hermogenes:
What do you mean?
Socrates:
Why, what do you think is the cause why anything is called by a name? Is it not the power which gave the name?
Hermogenes:
Why, certainly.
Socrates:
And is not that power the intellect either of gods or of men or both?
Hermogenes:
Yes.
Socrates:
Are not that which called things by name and that which calls them by name (
) the same thing, namely intellect?
Hermogenes:
Yes, clearly.
Socrates:
And are not all works which are done by mind and intelligence worthy of praise, and those that are not done by them worthy of blame?
Hermogenes:
Certainly.
416d
Σωκράτης:
τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;
Ἑρμογένης:
οὕτως ἔγωγε.
Σωκράτης:
καὶ τὸ καλοῦν ἄρα καλά;
Ἑρμογένης:
δεῖ γέ τοι.
Σωκράτης:
ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ “καλὸν” τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.
Ἑρμογένης:
φαίνεται.
416d
Socrates:
Does not the medical power perform medical works and the power of carpentry works of carpentry? Do you agree to that?
Hermogenes:
I agree.
Socrates:
And the beautiful performs beautiful works?
Hermogenes:
It must do so.
Socrates:
And the beautiful is, we say, intellect?
Hermogenes:
Certainly.
Socrates:
Then this name, the beautiful, is rightly given to mind, since it accomplishes the works which we call beautiful and in which we delight.
Hermogenes:
Evidently.
416e
Σωκράτης:
τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;
Ἑρμογένης:
ταῦτα τὰ περὶ τὸ ἀγαθόν τε καὶ καλόν, συμφέροντά
416e
Socrates:
What further words of this sort are left for us?
Hermogenes:
Those that are related to the good and the beautiful,
417a
τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.
Σωκράτης:
οὐκοῦν τὸ μὲν “συμφέρον” ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν: τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν ἅμα φορὰν τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα “συμφέροντά” τε καὶ “σύμφορα” κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε “κερδαλέον” ἀπὸ τοῦ
417a
such as
(advantageous),
(profitable),
(useful),
(gainful), and their opposites.
Socrates:
You might by this time be able to find the meaning of
by yourself in the light of the previous explanations, for it appears to be own brother to
. It means nothing else but the motion (
) of the soul in company with the world, and naturally things which are done by such a power are called
and
because they are carried round with (
) the world. But
is from
(gain).
417b
κέρδους. “κέρδοσ” δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται: τὸ γὰρ ἀγαθὸν κατ' ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα: δέλτα <δ'> ἐνθεὶς ἀντὶ τοῦ νῦ “κέρδοσ” ἐφθέγξατο.
Ἑρμογένης:
“Λυσιτελοῦν” δὲ τί δή;
Σωκράτης:
ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν
417b
If you restore nu in the word
in place of the delta, the meaning is plain; it signifies good, but in another way. Because it passes through and is mingled (
) with all things, he who named it gave it this name which indicates that function; but he inserted a delta instead of nu and said
.
Hermogenes:
And what is
?
Socrates:
I do not think, Hermogenes, the name-giver gives the meaning to
which it has in the language of tradesfolk, when profit sets free (
) the sum invested,
417c
μοι δοκεῖ τὸ “λυσιτελοῦν,” ἀλλ' ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλ' ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν: τὸ γὰρ τῆς φορᾶς λύον τὸ τέλος “λυσιτελοῦν” καλέσαι. “ὠφέλιμον” δὲ ξενικὸν τοὔνομα, ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ “ὀφέλλειν”: ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ ποιεῖν ἐπωνυμία.
417c
but he means that because it is the swiftest thing in the world it does not allow things to remain at rest and does not allow the motion to come to any end (
) of movement or to stop or pause, but always, if any end of the motion is attempted, it sets it free, making it unceasing and immortal. It is in this sense, I think, that the good is dubbed
, for it frees (
) the end (
) of the motion. But the word
is a foreign one, which Homer often uses in the verbal form
. This is a synonym of “increase” and “create.”
417d
Ἑρμογένης:
τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;
Σωκράτης:
ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.
Ἑρμογένης:
ποῖα ταῦτα;
Σωκράτης:
“ἀσύμφορον” καὶ “ἀνωφελὲσ” καὶ “ἀλυσιτελὲσ” καὶ “ἀκερδές.”
Ἑρμογένης:
ἀληθῆ λέγεις.
Σωκράτης:
ἀλλὰ “βλαβερόν” γε καὶ “ζημιῶδες.”
Ἑρμογένης:
ναί.
Σωκράτης:
καὶ τὸ μέν γε “βλαβερὸν” τὸ
417d
Hermogenes:
What shall be our explanations of the opposites of these?
Socrates:
Those of them that are mere negatives, need, I think, no discussion.
Hermogenes:
Which are those?
Socrates:
Disadvantageous, useless, unprofitable, and ungainful.
Hermogenes:
True.
Socrates:
But
(harmful) and
(hurtful) do need it.
Hermogenes:
Yes.
Socrates:
And
means that which harms (
) the flow (
);
417e
βλάπτον τὸν ῥοῦν εἶναι λέγει: τὸ δὲ “βλάπτον” αὖ σημαίνει βουλόμενον ἅπτειν: τὸ δὲ “ἅπτειν” καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ βουλόμενον οὖν ἅπτειν ῥοῦν ὀρθότατα μὲν ἂν εἴη “βουλαπτεροῦν,” καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται “βλαβερόν.”
Ἑρμογένης:
ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ
417e
but
means “wishing to fasten” (
), and
is the same thing as
(bind), which the name-giver constantly finds fault with. Now
(that which wishes to fasten the flow) would most correctly be called
, but is called
merely, as I think, to make it prettier.
Hermogenes:
Elaborate names these are, Socrates, that result from your method. Just now,
418a
“βουλαπτεροῦν.”
Σωκράτης:
οὐκ ἐγώ, ὦ Ἑρμόγενες, αἴτιος, ἀλλ' οἱ θέμενοι τὸ ὄνομα.
Ἑρμογένης:
ἀληθῆ λέγεις: ἀλλὰ δὴ τὸ “ζημιῶδεσ” τί ἂν εἴη;
Σωκράτης:
τί δ' ἂν εἴη ποτὲ “ζημιῶδεσ”; θέασαι, ὦ Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία
418a
when you pronounced
, you looked as if you had made up your mouth to whistle the flute-prelude of the hymn to Athena.
Socrates:
Not I, Hermogenes, am responsible, but those who gave the name.
Hermogenes:
True. Well, what is the origin of
?
Socrates:
What can the origin of
be? See, Hermogenes, how true my words are when I say that by adding and taking away letters people alter the sense of words so that even by very slight changes they sometimes make them mean the opposite of what they meant before; as, for instance,
418b
ποιεῖν σημαίνειν. οἷον καὶ ἐν τῷ “δέοντι”: ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ὃ ἔμελλόν σοι ἐρεῖν ὅτι ἡ μὲν νέα φωνὴ ἡμῖν ἡ καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ “δέον” καὶ τὸ “ζημιῶδες,” ἀφανίζουσα ὅτι νοεῖ, ἡ δὲ παλαιὰ ἀμφότερον δηλοῖ ὃ βούλεται τοὔνομα.
Ἑρμογένης:
πῶς λέγεις;
Σωκράτης:
ἐγώ σοι ἐρῶ. οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο, καὶ οὐχ ἥκιστα
418b
in the case of the word
(obligation, right), for that just occurred to me and I was reminded of it by what I was going to say to you, that this fine modern language of ours has turned
and also
round, so that each has the opposite of its original meaning, whereas the ancient language shows clearly the real sense of both words.
Hermogenes:
What do you mean?
Socrates:
I will tell you. You know that our ancestors made good use of the sounds of iota and delta,
418c
αἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι. νῦν δὲ ἀντὶ μὲν τοῦ ἰῶτα ἢ εἶ ἢ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα ὄντα.
Ἑρμογένης:
πῶς δή;
Σωκράτης:
οἷον οἱ μὲν ἀρχαιότατοι “ἱμέραν” τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ “ἑμέραν,” οἱ δὲ νῦν “ἡμέραν.”
Ἑρμογένης:
ἔστι ταῦτα.
Σωκράτης:
οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου; ὅτι γὰρ ἁσμένοις τοῖς
418c
and that is especially true of the women, who are most addicted to preserving old forms of speech. But nowadays people change iota to eta or epsilon, and delta to zeta, thinking they have a grander sound.
Hermogenes:
How is that?
Socrates:
For instance, in the earliest times they called day
, others said
, and now they say
.
Hermogenes:
That is true.
Socrates:
Only the ancient word discloses the intention of the name-giver, don't you know? For day comes out of darkness to men; they welcome it and long (
) for it,
418d
ἀνθρώποις καὶ ἱμείρουσιν ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο, ταύτῃ ὠνόμασαν “ἱμέραν.”
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
νῦν δέ γε τετραγῳδημένον οὐδ' ἂν κατανοήσαις ὅτι βούλεται ἡ “ἡμέρα.” καίτοι τινὲς οἴονται, ὡς δὴ ἡ ἡμέρα ἥμερα ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.
Ἑρμογένης:
δοκεῖ μοι.
Σωκράτης:
καὶ τό γε “ζυγὸν” οἶσθα ὅτι “δυογὸν” οἱ παλαιοὶ ἐκάλουν.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
καὶ τὸ μέν γε “ζυγὸν” οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν
418d
and so they called it
.
Hermogenes:
That is clear.
Socrates:
But now
is masquerading so that you could not guess its meaning. Why, some people think day is called
because it makes things gentle (
).
Hermogenes:
I believe they do.
Socrates:
And you know the ancients called
(yoke)
.
Hermogenes:
Certainly.
Socrates:
And
conveys no clear meaning,
418e
δυοῖν ἕνεκα τῆς δέσεως ἐς τὴν ἀγωγὴν ἐπωνόμασται “δυογὸν” δικαίως: νῦν δὲ “ζυγόν.” καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ “δέον” οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς περὶ τὸ ἀγαθὸν ὀνόμασιν: ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.
Ἑρμογένης:
καὶ μάλα, ὦ Σώκρατες, οὕτω φαίνεται.
Σωκράτης:
ἀλλ' οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, ὃ πολὺ
418e
but the name
is quite properly given to that which binds two together for the purpose of draught; now, however, we say
. There are a great many other such instances.
Hermogenes:
Yes, that is plain.
Socrates:
Similarly the word
(obligation) at first, when spoken in this way, denotes the opposite of all words connected with the good; for although it is a form of good,
seems to be a bond (
) and hindrance of motion, own brother, as it were, to
.
Hermogenes:
Yes, Socrates, it certainly does seem so.
Socrates:
But it does not, if you employ the ancient word,
419a
μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι ἢ τὸ νῦν, ἀλλ' ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν: διϊὸν γὰρ αὖ σημαίνει, ἀλλ' οὐ δέον, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ. καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ ὁ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ “δέον” καὶ “ὠφέλιμον” καὶ “λυσιτελοῦν” καὶ “κερδαλέον” καὶ “ἀγαθὸν” καὶ “συμφέρον” καὶ “εὔπορον” τὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον,
419a
which is more likely to be right than the present one. You will find that it agrees with the previous words for “good,” if instead of the epsilon you restore the iota, as it was in old times for
(going through), not
, signifies good, which the name-giver praises. And so the giver of names does not contradict himself, but
(obligation, right),
(useful),
(profitable),
(gainful),
(good),
(advantageous), and
(prosperous), are plainly identical, signifying under different names the principle of arrangement and motion which has constantly been praised,
419b
τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸ “ζημιῶδες,” ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ ἰόν, ἐπονομασθὲν “δημιῶδες.”
Ἑρμογένης:
τί δὲ δὴ “ἡδονὴ” καὶ “λύπη” καὶ “ἐπιθυμία” καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;
Σωκράτης:
οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες. ἥ τε γὰρ “ἡδονή,” ἡ πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα—τὸ δέλτα δὲ ἔγκειται, ὥστε “ἡδονὴ”
419b
whereas the principle of constraint and bondage is found fault with. And likewise in the case of
, if you restore the ancient delta in place of the zeta, you will see that the name, pronounced
, was given to that which binds motion (
).
Hermogenes:
What of
(pleasure) and
(pain) and
(desire), and the like, Socrates?
Socrates:
I do not think they are at all difficult, Hermogenes, for
appears to have this name because it is the action that tends towards advantage (
); the delta is inserted, so that we say
instead of
.
419c
ἀντὶ “ἡονῆσ” καλεῖται—ἥ τε “λύπη” ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα. καὶ ἥ γε “ἀνία” τὸ ἐμποδίζον τοῦ ἰέναι. ἡ δὲ “ἀλγηδὼν” ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον. “ὀδύνη” δὲ ἀπὸ τῆς ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν. “ἀχθηδὼν” δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει. “χαρὰ” δὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε κεκλημένῃ.
419c
appears to have received its name from the dissolution (
) of the body which takes place through pain.
(sorrow) is that which hinders motion (
).
(distress) is, I think, a foreign word, derived from
(distressing).
(grief) appears to be so called from the putting on of pain (
).
(vexation) has a name, as anyone can see, made in the likeness of the weight (
, burden) which vexation imposes upon motion.
(joy) seems to have its name from the plenteous diffusion (
) of the flow of the soul.
419d
“τέρψισ” δὲ ἀπὸ τοῦ τερπνοῦ: τὸ δὲ “τερπνὸν” ἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν “ἕρπνουν” καλούμενον, ὑπὸ χρόνου δὲ “τερπνὸν” παρηγμένον. “εὐφροσύνη” δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι: παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα, “εὐφεροσύνην” τό γε δίκαιον: ὅμως δὲ αὐτὸ καλοῦμεν “εὐφροσύνην.” οὐδ' “ἐπιθυμία” χαλεπόν: τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ
419d
(delight) is from
(delightful); and
is called from the creeping (
) of the soul, which is likened to a breath (
), and would properly be called
, but the name has been changed in course of time to
.
(mirth) needs no explanation, for it is clear to anyone that from the motion of the soul in harmony (
) with the universe, it received the name
, as it rightfully is; but we call it
.
419e
δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. “θυμὸσ” δὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα. ἀλλὰ μὴν “ἵμερόσ” γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ
419e
Nor is there any difficulty about
(desire), for this name was evidently given to the power that goes (
) into the soul (
). And
has its name from the raging (
) and boiling of the soul. The name
(longing) was given to the stream (
) which most draws the soul;
420a
ἐπωνομάσθη: ὅτι γὰρ ἱέμενος ῥεῖ καὶ ἐφιέμενος τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν ἕσιν τῆς ῥοῆς, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως “ἵμεροσ” ἐκλήθη. καὶ μὴν “πόθοσ” αὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι [ἱμέρου τε καὶ ῥεύματοσ] ἀλλὰ τοῦ ἄλλοθί που ὄντος καὶ ἀπόντος, ὅθεν “πόθοσ” ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, “ἵμεροσ” ἐκαλεῖτο: ἀπογενομένου δὲ ὁ αὐτὸς οὗτος “πόθοσ” ἐκλήθη. “ἔρωσ” δέ, ὅτι εἰσρεῖ ἔξωθεν καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ
420a
for because it flows with a rush (
) and with a desire for things and thus draws the soul on through the impulse of its flowing, all this power gives it the name of
. And the word
(yearning) signifies that it pertains not to that which is present, but to that which is elsewhere (
) or absent, and therefore the same feeling which is called
when its object is present, is called
when it is absent. And
(love) is so called because it flows in (
) from without, and this flowing is not inherent in him who has it,
420b
αὕτη τῷ ἔχοντι ἀλλ' ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ ἐσρεῖν “ἔσροσ” τό γε παλαιὸν ἐκαλεῖτο— τῷ γὰρ οὖ ἀντὶ τοῦ ὦ ἐχρώμεθα—νῦν δ' “ἔρωσ” κέκληται διὰ τὴν τοῦ ὦ ἀντὶ τοῦ οὖ μεταλλαγήν. ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;
Ἑρμογένης:
“δόξα” καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;
Σωκράτης:
“δόξα” δὴ ἤτοι τῇ διώξει ἐπωνόμασται, ἣν ἡ ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, ἢ τῇ ἀπὸ τοῦ τόξου βολῇ. ἔοικε δὲ τούτῳ μᾶλλον. ἡ
420b
but is introduced through the eyes; for this reason it was in ancient times called
, from
—for we used to employ omicron instead of omega—but now it is called
through the change of omicron to omega. Well, what more is there that you want to examine?
Hermogenes:
What is your view about
(opinion) and the like?
Socrates:
is derived either from the pursuit (
) which the soul carries on as it pursues the knowledge of the nature of things, or from the shooting of the bow (
); the latter is more likely; at any rate
(belief) supports this view,
420c
γοῦν “οἴησισ” τούτῳ συμφωνεῖ. “οἶσιν” γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ “βουλή” πως τὴν βολήν, καὶ τὸ “βούλεσθαι” τὸ ἐφίεσθαι σημαίνει καὶ <τὸ> “βουλεύεσθαι”: πάντα ταῦτα δόξῃ ἑπόμεν' ἄττα φαίνεται τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ “ἀβουλία” ἀτυχία δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τ' ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.
420c
for it appears to mean the motion (
) of the soul towards the essential nature of every individual thing, just as
(intention) denotes shooting (
) and
(wish), as well as
(plan), denotes aiming at something. All these words seem to follow
and to express the idea of shooting, just as
(ill-advisedness), on the other hand, appears to be a failure to hit, as if a person did not shoot or hit that which he shot at or wished or planned or desired.
420d
Ἑρμογένης:
ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.
Σωκράτης:
τέλος γὰρ ἤδη θέω. “ἀνάγκην” δ' οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ “ἑκούσιον.” τὸ μὲν οὖν “ἑκούσιον,” τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλ', ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ: τὸ δὲ “ἀναγκαῖον” καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ
420d
Hermogenes:
I think you are hurrying things a bit, Socrates.
Socrates:
Yes, for I am running the last lap now. But I think I must still explain
(compulsion) and
(voluntary) because they naturally come next. Now by the word
is expressed the yielding (
) and not opposing, but, as I say, yielding to the motion which is in accordance with the will; but the compulsory (
) and resistant, being contrary to the will, is associated with error and ignorance; so it is likened to walking through ravines (
),
420e
ἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθη “ἀναγκαῖον,” τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν: ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.
420e
because they are hard to traverse, rough, and rugged, and retard motion; the word
may, then, originate in a comparison with progress through a ravine. But let us not cease to use my strength, so long as it lasts and do not you cease from asking questions.
Hermogenes:
I ask, then, about the greatest and noblest words,
421a
Ἑρμογένης:
ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήν τε “ἀλήθειαν” καὶ τὸ “ψεῦδοσ” καὶ τὸ “ὂν” καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν ὁ λόγος ἡμῖν ἐστιν, “ὄνομα,” δι' ὅτι τὸ ὄνομα ἔχει.
Σωκράτης:
μαίεσθαι οὖν καλεῖς τι;
Ἑρμογένης:
ἔγωγε, τό γε ζητεῖν.
Σωκράτης:
ἔοικε τοίνυν ἐκ λόγου ὀνόματι συγκεκροτημένῳ, λέγοντος ὅτι τοῦτ' ἔστιν ὄν, οὗ τυγχάνει ζήτημα <ὄν>, [τὸ] “ὄνομα.” μᾶλλον δὲ ἂν αὐτὸ γνοίης ἐν ᾧ λέγομεν τὸ “ὀνομαστόν”: ἐνταῦθα γὰρ σαφῶς λέγει τοῦτο εἶναι ὂν οὗ μάσμα ἐστίν.
421a
truth (
), falsehood (
), being (
), and why name, the subject of our whole discourse, has the name
.
Socrates:
Does the word
(search) mean anything to you?
Hermogenes:
Yes, it means “seek.”
Socrates:
The word
seems to be a word composed from a sentence signifying “this is a being about which our search is.” You can recognize that more readily in the adjective
, for that says clearly that this is
421b
ἡ δ' “ἀλήθεια,” καὶ τοῦτο τοῖς ἄλλοις ἔοικε [συγκεκροτῆσθαι]: ἡ γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι τούτῳ τῷ ῥήματι, τῇ “ἀληθείᾳ,” ὡς θεία οὖσα ἄλη. τὸ <δὲ> “ψεῦδοσ” τοὐναντίον τῇ φορᾷ: πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν, ἀπείκασται δὲ τοῖς καθεύδουσι: τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ ὀνόματος. τὸ δὲ “ὂν” καὶ ἡ “οὐσία” ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν: ἰὸν γὰρ
421b
(being of which the search is). And
(truth) is like the others; for the divine motion of the universe is, I think, called by this name,
, because it is a divine wandering
. But
(falsehood) is the opposite of motion; for once more that which is held back and forced to be quiet is found fault with, and it is compared to slumberers (
); but the addition of the psi conceals the meaning of the word. The words
(being) and
(existence) agree with
with the loss of iota, for they mean “going” (
). And
(not being) means
(not going),
421c
σημαίνει, καὶ τὸ “οὐκ ὂν” αὖ, ὥς τινες καὶ ὀνομάζουσιν αὐτό, “οὐκ ἰόν.”
Ἑρμογένης:
ταῦτα μέν μοι δοκεῖς, ὦ Σώκρατες, ἀνδρείως πάνυ διακεκροτηκέναι: εἰ δέ τίς σε ἔροιτο τοῦτο τὸ “ἰὸν” καὶ τὸ “ῥέον” καὶ τὸ “δοῦν,” τίνα ἔχει ὀρθότητα ταῦτα τὰ ὀνόματα—
Σωκράτης:
“τί ἂν αὐτῷ ἀποκριναίμεθα;” λέγεις; ἦ γάρ;
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
ἓν μὲν τοίνυν ἄρτι που ἐπορισάμεθα ὥστε δοκεῖν τὶ λέγειν ἀποκρινόμενοι.
Ἑρμογένης:
τὸ ποῖον τοῦτο;
Σωκράτης:
φάναι, ὃ ἂν μὴ γιγνώσκωμεν, βαρβαρικόν τι τοῦτ'
421c
and indeed some people pronounce it so.
Hermogenes:
I think you have knocked these words to pieces manfully, Socrates; but if anyone should ask you what propriety or correctness there was in these words that you have employed—
and
and
Socrates:
What answer should I make? Is that your meaning?
Hermogenes:
Yes, exactly.
Socrates:
We acquired just now one way of making an answer with a semblance of sense in it.
Hermogenes:
What way was that?
Socrates:
Saying, if there is a word we do not know about, that it is of foreign origin.
421d
εἶναι. εἴη μὲν οὖν ἴσως ἄν τι τῇ ἀληθείᾳ καὶ τοιοῦτον αὐτῶν, εἴη δὲ κἂν ὑπὸ παλαιότητος τὰ πρῶτα τῶν ὀνομάτων ἀνεύρετα εἶναι: διὰ γὰρ τὸ πανταχῇ στρέφεσθαι τὰ ὀνόματα, οὐδὲν θαυμαστὸν [ἂν] εἰ ἡ παλαιὰ φωνὴ πρὸς τὴν νυνὶ βαρβαρικῆς μηδὲν διαφέρει.
Ἑρμογένης:
καὶ οὐδέν γε ἀπὸ τρόπου λέγεις.
Σωκράτης:
λέγω γὰρ οὖν εἰκότα. οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι, ἀλλὰ προθυμητέον ταῦτα διασκέψασθαι. ἐνθυμηθῶμεν δέ, εἴ τις ἀεί, δι' ὧν ἂν λέγηται τὸ
421d
Now this may be true of some of them, and also on account of the lapse of time it may be impossible to find out about the earliest words; for since words get twisted in all sorts of ways, it would not be in the least wonderful if the ancient Greek word should be identical with the modern foreign one.
Hermogenes:
That is not unlikely.
Socrates:
It is indeed quite probable. However, we must play the game
and investigate these questions vigorously. But let us bear in mind that if a person asks
421e
ὄνομα, ἐκεῖνα ἀνερήσεται τὰ ῥήματα, καὶ αὖθις αὖ δι' ὧν ἂν τὰ ῥήματα λεχθῇ, ἐκεῖνα πεύσεται, καὶ τοῦτο μὴ παύσεται ποιῶν, ἆρ' οὐκ ἀνάγκη τελευτῶντα ἀπειπεῖν τὸν ἀποκρινόμενον;
Ἑρμογένης:
ἔμοιγε δοκεῖ.
421e
about the words by means of which names are formed, and again about those by means of which those words were formed, and keeps on doing this indefinitely, he who answers his questions will at last give up; will he not?
Hermogenes:
Yes, I think so.
422a
Σωκράτης:
πότε οὖν ἀπειπὼν ὁ ἀπαγορεύων δικαίως παύοιτο ἄν; ἆρ' οὐκ ἐπειδὰν ἐπ' ἐκείνοις γένηται τοῖς ὀνόμασιν, ἃ ὡσπερεὶ στοιχεῖα τῶν ἄλλων ἐστὶ καὶ λόγων καὶ ὀνομάτων; ταῦτα γάρ που οὐκέτι δίκαιον φανῆναι ἐξ ἄλλων ὀνομάτων συγκείμενα, ἃν οὕτως ἔχῃ. οἷον νυνδὴ τὸ “ἀγαθὸν” ἔφαμεν ἐκ τοῦ ἀγαστοῦ καὶ ἐκ τοῦ θοοῦ συγκεῖσθαι, τὸ δὲ “θοὸν” ἴσως φαῖμεν ἂν ἐξ ἑτέρων, ἐκεῖνα δὲ ἐξ ἄλλων:
422a
Socrates:
Now at what point will he be right in giving up and stopping? Will it not be when he reaches the names which are the elements of the other names and words? For these, if they are the elements, can no longer rightly appear to be composed of other names. For instance, we said just now that
was composed of
and
; and perhaps we might say that
was composed of other words, and those of still others;
422b
ἀλλ' ἐάν ποτέ γε λάβωμεν ὃ οὐκέτι ἔκ τινων ἑτέρων σύγκειται ὀνομάτων, δικαίως ἂν φαῖμεν ἐπὶ στοιχείῳ τε ἤδη εἶναι καὶ οὐκέτι τοῦτο ἡμᾶς δεῖν εἰς ἄλλα ὀνόματα ἀναφέρειν.
Ἑρμογένης:
ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.
Σωκράτης:
ἆρ' οὖν καὶ νῦν ἅ γ' ἐρωτᾷς τὰ ὀνόματα στοιχεῖα ὄντα τυγχάνει, καὶ δεῖ αὐτῶν ἄλλῳ τινὶ τρόπῳ ἤδη τὴν ὀρθότητα ἐπισκέψασθαι ἥτις ἐστίν;
Ἑρμογένης:
εἰκός γε.
Σωκράτης:
εἰκὸς δῆτα, ὦ Ἑρμόγενες: πάντα γοῦν φαίνεται τὰ
422b
but if we ever get hold of a word which is no longer composed of other words, we should be right ill saying that we had at last reached an element, and that we must no longer refer to other words for its derivation.
Hermogenes:
I think you are right.
Socrates:
Are, then, these words about which you are now asking elements, and must we henceforth investigate their correctness by some other method?
Hermogenes:
Probably.
Socrates:
Yes, probably, Hermogenes; at any rate, all the previous words were traced back to these.
422c
ἔμπροσθεν εἰς ταῦτα ἀνεληλυθέναι. εἰ δὲ τοῦτο οὕτως ἔχει, ὥς μοι δοκεῖ ἔχειν, δεῦρο αὖ συνεπίσκεψαι μετ' ἐμοῦ μή τι παραληρήσω λέγων οἵαν δεῖ τὴν τῶν πρώτων ὀνομάτων ὀρθότητα εἶναι.
Ἑρμογένης:
λέγε μόνον, ὡς ὅσον γε δυνάμεως παρ' ἐμοί ἐστιν συνεπισκέψομαι.
Σωκράτης:
ὅτι μὲν τοίνυν μία γέ τις ἡ ὀρθότης παντὸς ὀνόματος καὶ πρώτου καὶ ὑστάτου, καὶ οὐδὲν διαφέρει τῷ ὄνομα εἶναι οὐδὲν αὐτῶν, οἶμαι καὶ σοὶ συνδοκεῖ.
Ἑρμογένης:
πάνυ γε.
422c
But if this be true, as I think it is, come to my aid again and help me in the investigation, that I may not say anything foolish in declaring what principle must underlie the correctness of the earliest names.
Hermogenes:
Go on, and I will help you to the best of my ability.
Socrates:
I think you agree with me that there is but one principle of correctness in all names, the earliest as well as the latest, and that none of them is any more a name than the rest.
Hermogenes:
Certainly.
422d
Σωκράτης:
ἀλλὰ μὴν ὧν γε νυν<δὴ> διεληλύθαμεν τῶν ὀνομάτων ἡ ὀρθότης τοιαύτη τις ἐβούλετο εἶναι, οἵα δηλοῦν οἷον ἕκαστόν ἐστι τῶν ὄντων.
Ἑρμογένης:
πῶς γὰρ οὔ;
Σωκράτης:
τοῦτο μὲν ἄρα οὐδὲν ἧττον καὶ τὰ πρῶτα δεῖ ἔχειν καὶ τὰ ὕστερα, εἴπερ ὀνόματα ἔσται.
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ἀλλὰ τὰ μὲν ὕστερα, ὡς ἔοικε, διὰ τῶν προτέρων οἷά τε ἦν τοῦτο ἀπεργάζεσθαι.
Ἑρμογένης:
φαίνεται.
Σωκράτης:
εἶεν: τὰ δὲ δὴ πρῶτα, οἷς οὔπω ἕτερα ὑπόκειται, τίνι τρόπῳ κατὰ τὸ δυνατὸν ὅτι μάλιστα φανερὰ ἡμῖν
422d
Socrates:
Now the correctness of all the names we have discussed was based upon the intention of showing the nature of the things named.
Hermogenes:
Yes, of course.
Socrates:
And this principle of correctness must be present in all names, the earliest as well as the later ones, if they are really to be names.
Hermogenes:
Certainly.
Socrates:
But the later ones, apparently, were able to accomplish this by means of the earlier ones.
Hermogenes:
Evidently.
Socrates:
Well, then, how can the earliest names, which are not as yet based upon any others, make clear to us the nature of things, so far as that is possible,
422e
ποιήσει τὰ ὄντα, εἴπερ μέλλει ὀνόματα εἶναι; ἀπόκριναι δέ μοι τόδε: εἰ φωνὴν μὴ εἴχομεν μηδὲ γλῶτταν, ἐβουλόμεθα δὲ δηλοῦν ἀλλήλοις τὰ πράγματα, ἆρ' οὐκ ἄν, ὥσπερ νῦν οἱ ἐνεοί, ἐπεχειροῦμεν ἂν σημαίνειν ταῖς χερσὶ καὶ κεφαλῇ καὶ τῷ ἄλλῳ σώματι;
Ἑρμογένης:
πῶς γὰρ ἂν ἄλλως, ὦ Σώκρατες;
422e
which they must do if they are to be names at all? Answer me this question: If we had no voice or tongue, and wished to make things clear to one another, should we not try, as dumb people actually do, to make signs with our hands and head and person generally?
Hermogenes:
Yes. What other method is there, Socrates?
423a
Σωκράτης:
εἰ μέν γ' οἶμαι τὸ ἄνω καὶ τὸ κοῦφον ἐβουλόμεθα δηλοῦν, ᾔρομεν ἂν πρὸς τὸν οὐρανὸν τὴν χεῖρα, μιμούμενοι αὐτὴν τὴν φύσιν τοῦ πράγματος: εἰ δὲ τὰ κάτω καὶ τὰ βαρέα, πρὸς τὴν γῆν. καὶ εἰ ἵππον θέοντα ἤ τι ἄλλο τῶν ζῴων ἐβουλόμεθα δηλοῦν, οἶσθα ὅτι ὡς ὁμοιότατ' ἂν τὰ ἡμέτερα αὐτῶν σώματα καὶ σχήματα ἐποιοῦμεν ἐκείνοις.
Ἑρμογένης:
ἀνάγκη μοι δοκεῖ ὡς λέγεις ἔχειν.
Σωκράτης:
οὕτω γὰρ ἂν οἶμαι δήλωμά του [σώματοσ] ἐγίγνετο,
423a
Socrates:
If we wished to designate that which is above and is light, we should, I fancy, raise our hand towards heaven in imitation of the nature of the thing in question; but if the things to be designated were below or heavy, we should extend our hands towards the ground; and if we wished to mention a galloping horse or any other animal, we should, of course, make our bodily attitudes as much like theirs as possible.
Hermogenes:
I think you are quite right; there is no other way.
Socrates:
For the expression of anything, I fancy,
423b
μιμησαμένου, ὡς ἔοικε, τοῦ σώματος ἐκεῖνο ὃ ἐβούλετο δηλῶσαι.
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἐπειδὴ δὲ φωνῇ τε καὶ γλώττῃ καὶ στόματι βουλόμεθα δηλοῦν, ἆρ' οὐ τότε ἑκάστου δήλωμα ἡμῖν ἔσται τὸ ἀπὸ τούτων γιγνόμενον, ὅταν μίμημα γένηται διὰ τούτων περὶ ὁτιοῦν;
Ἑρμογένης:
ἀνάγκη μοι δοκεῖ.
Σωκράτης:
ὄνομ' ἄρ' ἐστίν, ὡς ἔοικε, μίμημα φωνῇ ἐκείνου ὃ μιμεῖται, καὶ ὀνομάζει ὁ μιμούμενος τῇ φωνῇ ὃ ἂν μιμῆται
Ἑρμογένης:
δοκεῖ μοι.
423b
would be accomplished by bodily imitation of that which was to be expressed.
Hermogenes:
Yes.
Socrates:
And when we wish to express anything by voice or tongue or mouth, will not our expression by these means be accomplished in any given instance when an imitation of something is accomplished by them?
Hermogenes:
I think that is inevitable.
Socrates:
A name, then, it appears, is a vocal imitation of that which is imitated, and he who imitates with his voice names that which he imitates.
Hermogenes:
I think that is correct.
423c
Σωκράτης:
μὰ Δί' ἀλλ' οὐκ ἐμοί πω δοκεῖ καλῶς λέγεσθαι, ὦ ἑταῖρε.
Ἑρμογένης:
τί δή;
Σωκράτης:
τοὺς τὰ πρόβατα μιμουμένους τούτους καὶ τοὺς ἀλεκτρυόνας καὶ τὰ ἄλλα ζῷα ἀναγκαζοίμεθ' ἂν ὁμολογεῖν ὀνομάζειν ταῦτα ἅπερ μιμοῦνται.
Ἑρμογένης:
ἀληθῆ λέγεις.
Σωκράτης:
καλῶς οὖν ἔχειν δοκεῖ σοι;
Ἑρμογένης:
οὐκ ἔμοιγε. ἀλλὰ τίς ἄν, ὦ Σώκρατες, μίμησις εἴη τὸ ὄνομα;
Σωκράτης:
πρῶτον μέν, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἐὰν καθάπερ τῇ
423c
Socrates:
By Zeus, I do not think it is quite correct, yet, my friend.
Hermogenes:
Why not?
Socrates:
We should be obliged to agree that people who imitate sheep and cocks and other animals were naming those which they imitate.
Hermogenes:
Yes, so we should.
Socrates:
And do you think that is correct?
Hermogenes:
No, I do not; but, Socrates, what sort of an imitation is a name?
Socrates:
In the first place we shall not, in my opinion, be making names, if we imitate things as we do in music,
423d
μουσικῇ μιμούμεθα τὰ πράγματα οὕτω μιμώμεθα, καίτοι φωνῇ γε καὶ τότε μιμούμεθα: ἔπειτα οὐκ ἐὰν ἅπερ ἡ μουσικὴ μιμεῖται καὶ ἡμεῖς μιμώμεθα, οὔ μοι δοκοῦμεν ὀνομάσειν. λέγω δέ τοι τοῦτο: ἔστι τοῖς πράγμασι φωνὴ καὶ σχῆμα ἑκάστῳ, καὶ χρῶμά γε πολλοῖς;
Ἑρμογένης:
πάνυ γε.
Σωκράτης:
ἔοικε τοίνυν οὐκ ἐάν τις ταῦτα μιμῆται, οὐδὲ περὶ ταύτας τὰς μιμήσεις ἡ τέχνη ἡ ὀνομαστικὴ εἶναι. αὗται μὲν γάρ εἰσιν ἡ μὲν μουσική, ἡ δὲ γραφική: ἦ γάρ;
Ἑρμογένης:
ναί.
423d
although musical imitation also is vocal; and secondly we shall make no names by imitating that which music imitates. What I mean is this: all objects have sound and shape, and many have color, have they not?
Hermogenes:
Certainly.
Socrates:
Well then, the art of naming is not employed in the imitation of those qualities, and has nothing to do with them. The arts which are concerned with them are music and design, are they not?
Hermogenes:
Yes.
423e
Σωκράτης:
τί δὲ δὴ τόδε; οὐ καὶ οὐσία δοκεῖ σοι εἶναι ἑκάστῳ, ὥσπερ καὶ χρῶμα καὶ ἃ νυνδὴ ἐλέγομεν; πρῶτον αὐτῷ τῷ χρώματι καὶ τῇ φωνῇ οὐκ ἔστιν οὐσία τις ἑκατέρῳ αὐτῶν καὶ τοῖς ἄλλοις πᾶσιν ὅσα ἠξίωται ταύτης τῆς προσρήσεως, τοῦ εἶναι;
Ἑρμογένης:
ἔμοιγε δοκεῖ.
Σωκράτης:
τί οὖν; εἴ τις αὐτὸ τοῦτο μιμεῖσθαι δύναιτο ἑκάστου, τὴν οὐσίαν, γράμμασί τε καὶ συλλαβαῖς, ἆρ' οὐκ ἂν δηλοῖ ἕκαστον ὃ ἔστιν; ἢ οὔ;
423e
Socrates:
Here is another point. Has not each thing an essential nature, just as it has a color and the other qualities we just mentioned? Indeed, in the first place, have not color and sound and all other things which may properly be said to exist, each and all an essential nature?
Hermogenes:
I think so.
Socrates:
Well, then, if anyone could imitate this essential nature of each thing by means of letters and syllables, he would show what each thing really is, would he not?
424a
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
καὶ τί ἂν φαίης τὸν τοῦτο δυνάμενον, ὥσπερ τοὺς προτέρους τὸν μὲν μουσικὸν ἔφησθα, τὸν δέ [τινα] γραφικόν. τοῦτον δὲ τίνα;
Ἑρμογένης:
τοῦτο ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ὅπερ πάλαι ζητοῦμεν, οὗτος ἂν εἶναι ὁ ὀνομαστικός.
Σωκράτης:
εἰ ἄρα τοῦτο ἀληθές, ἤδη ἔοικεν ἐπισκεπτέον περὶ ἐκείνων τῶν ὀνομάτων ὧν σὺ ἤρου, περὶ “ῥοῆσ” τε καὶ τοῦ “ἰέναι” καὶ “σχέσεως,” εἰ τοῖς γράμμασι καὶ ταῖς συλλαβαῖς
424a
Hermogenes:
Certainly.
Socrates:
And what will you call him who can do this, as you called the others musician and painter? What will you call this man?
Hermogenes:
I think, Socrates, he is what we have been looking for all along, the name-maker.
Socrates:
If that is the case, is it our next duty to consider whether in these names about which you were asking—flow, motion, and restraint—the namemaker grasps with his letters and syllables the reality
424b
τοῦ ὄντος ἐπιλαμβάνεται αὐτῶν ὥστε ἀπομιμεῖσθαι τὴν οὐσίαν, εἴτε καὶ οὔ;
Ἑρμογένης:
πάνυ μὲν οὖν.
Σωκράτης:
φέρε δὴ ἴδωμεν πότερον ἄρα ταῦτα μόνα ἐστὶ τῶν πρώτων ὀνομάτων ἢ καὶ ἄλλα πολλά.
Ἑρμογένης:
οἶμαι ἔγωγε καὶ ἄλλα.
Σωκράτης:
εἰκὸς γάρ. ἀλλὰ τίς ἂν εἴη ὁ τρόπος τῆς διαιρέσεως ὅθεν ἄρχεται μιμεῖσθαι ὁ μιμούμενος; ἆρα οὐκ ἐπείπερ συλλαβαῖς τε καὶ γράμμασιν ἡ μίμησις τυγχάνει οὖσα τῆς οὐσίας, ὀρθότατόν ἐστι διελέσθαι τὰ στοιχεῖα πρῶτον, ὥσπερ
424b
of the things named and imitates their essential nature, or not?
Hermogenes:
Certainly.
Socrates:
Well now, let us see whether those are the only primary names, or there are others.
Hermogenes:
I think there are others.
Socrates:
Yes, most likely there are. Now what is the method of division with which the imitator begins his imitation? Since the imitation of the essential nature is made with letters and syllables, would not the most correct way be for us to separate the letters first,
424c
οἱ ἐπιχειροῦντες τοῖς ῥυθμοῖς τῶν στοιχείων πρῶτον τὰς δυνάμεις διείλοντο, ἔπειτα τῶν συλλαβῶν, καὶ οὕτως ἤδη ἔρχονται ἐπὶ τοὺς ῥυθμοὺς σκεψόμενοι, πρότερον δ' οὔ;
Ἑρμογένης:
ναί.
Σωκράτης:
ἆρ' οὖν καὶ ἡμᾶς οὕτω δεῖ πρῶτον μὲν τὰ φωνήεντα διελέσθαι, ἔπειτα τῶν ἑτέρων κατὰ εἴδη τά τε ἄφωνα καὶ ἄφθογγα—οὑτωσὶ γάρ που λέγουσιν οἱ δεινοὶ περὶ τούτων— καὶ τὰ αὖ φωνήεντα μὲν οὔ, οὐ μέντοι γε ἄφθογγα; καὶ αὐτῶν τῶν φωνηέντων ὅσα διάφορα εἴδη ἔχει ἀλλήλων; καὶ
424c
just as those who undertake the practice of rhythms separate first the qualities of the letters, then those of the syllables, and then, but not till then, come to the study of rhythms?
Hermogenes:
Yes.
Socrates:
Must not we, too, separate first the vowels, then in their several classes the consonants or mutes, as they are called by those who specialize in phonetics, and also the letters which are neither vowels nor mutes, as well as the various classes that exist among the vowels themselves?
424d
ἐπειδὰν ταῦτα διελώμεθα [τὰ ὄντα] εὖ πάντα αὖ οἷς δεῖ ὀνόματα ἐπιθεῖναι, εἰ ἔστιν εἰς ἃ ἀναφέρεται πάντα ὥσπερ τὰ στοιχεῖα, ἐξ ὧν ἔστιν ἰδεῖν αὐτά τε καὶ εἰ ἐν αὐτοῖς ἔνεστιν εἴδη κατὰ τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τοῖς στοιχείοις: ταῦτα πάντα καλῶς διαθεασαμένους ἐπίστασθαι ἐπιφέρειν ἕκαστον κατὰ τὴν ὁμοιότητα, ἐάντε ἓν ἑνὶ δέῃ ἐπιφέρειν, ἐάντε συγκεραννύντα πολλὰ [ἑνί], ὥσπερ οἱ ζωγράφοι βουλόμενοι ἀφομοιοῦν ἐνίοτε μὲν ὄστρεον μόνον ἐπήνεγκαν, ἐνίοτε δὲ
424d
And when we have made all these divisions properly, we must in turn give names to the things which ought to have them, if there are any names to which they can all, like the letters, be referred, from which it is possible to see what their nature is and whether there are any classes among them, as there are among letters. When we have properly examined all these points, we must know how to apply each letter with reference to its fitness, whether one letter is to be applied to one thing or many are to be combined; just as painters, when they wish to produce an imitation, sometimes use only red,
424e
ὁτιοῦν ἄλλο τῶν φαρμάκων, ἔστι δὲ ὅτε πολλὰ συγκεράσαντες, οἷον ὅταν ἀνδρείκελον σκευάζωσιν ἢ ἄλλο τι τῶν τοιούτων—ὡς ἂν οἶμαι δοκῇ ἑκάστη ἡ εἰκὼν δεῖσθαι ἑκάστου φαρμάκου—οὕτω δὴ καὶ ἡμεῖς τὰ στοιχεῖα ἐπὶ τὰ πράγματα ἐποίσομεν, καὶ ἓν ἐπὶ ἕν, οὗ ἂν δοκῇ δεῖν, καὶ σύμπολλα, ποιοῦντες ὃ δὴ συλλαβὰς καλοῦσιν, καὶ συλλαβὰς αὖ συντιθέντες,
424e
sometimes some other color, and sometimes mix many colors, as when they are making a picture of a man or something of that sort, employing each color, I suppose, as they think the particular picture demands it. In just this way we, too, shall apply letters to things, using one letter for one thing, when that seems to be required, or many letters together, forming syllables, as they are called, and in turn combining syllables,
425a
ἐξ ὧν τά τε ὀνόματα καὶ τὰ ῥήματα συντίθενται: καὶ πάλιν ἐκ τῶν ὀνομάτων καὶ ῥημάτων μέγα ἤδη τι καὶ καλὸν καὶ ὅλον συστήσομεν, ὥσπερ ἐκεῖ τὸ ζῷον τῇ γραφικῇ, ἐνταῦθα τὸν λόγον τῇ ὀνομαστικῇ ἢ ῥητορικῇ ἢ ἥτις ἐστὶν ἡ τέχνη. μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ λέγων ἐξηνέχθην. συνέθεσαν μὲν γὰρ οὕτως ᾗπερ σύγκειται οἱ παλαιοί: ἡμᾶς δὲ δεῖ, εἴπερ τεχνικῶς ἐπιστησόμεθα σκοπεῖσθαι αὐτὰ πάντα,
425a
and by their combination forming nouns and verbs. And from nouns and verbs again we shall finally construct something great and fair and complete. Just as in our comparison we made the picture by the art of painting, so now we shall make language by the art of naming, or of rhetoric, or whatever it be. No, not we; I said that too hastily. For the ancients gave language its existing composite character; and we, if we are to examine all these matters with scientific ability,
425b
οὕτω διελομένους, εἴτε κατὰ τρόπον τά τε πρῶτα ὀνόματα κεῖται καὶ τὰ ὕστερα εἴτε μή, οὕτω θεᾶσθαι: ἄλλως δὲ συνείρειν μὴ φαῦλον ᾖ καὶ οὐ καθ' ὁδόν, ὦ φίλε Ἑρμόγενες.
Ἑρμογένης:
ἴσως νὴ Δί', ὦ Σώκρατες.
Σωκράτης:
τί οὖν; σὺ πιστεύεις σαυτῷ οἷός τ' ἂν εἶναι ταῦτα οὕτω διελέσθαι; ἐγὼ μὲν γὰρ οὔ.
Ἑρμογένης:
πολλοῦ ἄρα δέω ἔγωγε.
Σωκράτης:
ἐάσομεν οὖν, ἢ βούλει οὕτως ὅπως ἂν δυνώμεθα, καὶ ἂν σμικρόν τι αὐτῶν οἷοί τ' ὦμεν κατιδεῖν, ἐπιχειρῶμεν,
425b
must take it to pieces as they put it together and see whether the words, both the earliest and the later, are given systematically or not; for if they are strung together at haphazard, it is a poor, unmethodical performance, my dear Hermogenes.
Hermogenes:
By Zeus, Socrates, may be it is.
Socrates:
Well, do you believe you could take them to pieces in that way? I do not believe I could.
Hermogenes:
Then I am sure I could not.
Socrates:
Shall we give up then? Or shall we do the best we can and try to see if we are able to understand even a little about them,
425c
προειπόντες, ὥσπερ ὀλίγον πρότερον τοῖς θεοῖς, ὅτι οὐδὲν εἰδότες τῆς ἀληθείας τὰ τῶν ἀνθρώπων δόγματα περὶ αὐτῶν εἰκάζομεν, οὕτω δὲ καὶ νῦν αὖ εἰπόντες [ἡμῖν] αὐτοῖς ἴωμεν, ὅτι εἰ μέν τι χρῆν [ἔδει] αὐτὰ διελέσθαι εἴτε ἄλλον ὁντινοῦν εἴτε ἡμᾶς, οὕτως ἔδει αὐτὰ διαιρεῖσθαι, νῦν δὲ τὸ λεγόμενον κατὰ δύναμιν δεήσει ἡμᾶς περὶ αὐτῶν πραγματεύεσθαι; δοκεῖ ταῦτα, ἢ πῶς λέγεις;
Ἑρμογένης:
πάνυ μὲν οὖν σφόδρα ἔμοιγε δοκεῖ.
425c
and, just as we said to the gods a while ago that we knew nothing about the truth but were guessing at human opinion about them, so now, before we proceed, shall we say to ourselves that if anyone, whether we or someone else, is to make any analysis of names, he will have to analyze them in the way we have described, and we shall have to study them, as the saying is, with all our might? Do you agree, or not?
Hermogenes:
Yes, I agree most heartily.
425d
Σωκράτης:
γελοῖα μὲν οἶμαι φανεῖσθαι, ὦ Ἑρμόγενες, γράμμασι καὶ συλλαβαῖς τὰ πράγματα μεμιμημένα κατάδηλα γιγνόμενα: ὅμως δὲ ἀνάγκη. οὐ γὰρ ἔχομεν τούτου βέλτιον εἰς ὅτι ἐπανενέγκωμεν περὶ ἀληθείας τῶν πρώτων ὀνομάτων, εἰ μὴ ἄρα <βού>λει, ὥσπερ οἱ τραγῳδοποιοὶ ἐπειδάν τι ἀπορῶσιν ἐπὶ τὰς μηχανὰς καταφεύγουσι θεοὺς αἴροντες, καὶ ἡμεῖς οὕτως εἰπόντες ἀπαλλαγῶμεν, ὅτι τὰ πρῶτα ὀνόματα οἱ θεοὶ ἔθεσαν καὶ διὰ ταῦτα ὀρθῶς ἔχει. ἆρα
425d
Socrates:
It will, I imagine, seem ridiculous that things are made manifest through imitation in letters and syllables; nevertheless it cannot be otherwise. For there is no better theory upon which we can base the truth of the earliest names, unless you think we had better follow the example of the tragic poets, who, when they are in a dilemma, have recourse to the introduction of gods on machines. So we may get out of trouble by saying that the gods gave the earliest names, and therefore they are right.
425e
καὶ ἡμῖν κράτιστος οὗτος τῶν λόγων; ἢ ἐκεῖνος, ὅτι παρὰ βαρβάρων τινῶν αὐτὰ παρειλήφαμεν, εἰσὶ δὲ ἡμῶν ἀρχαιότεροι βάρβαροι; ἢ ὅτι ὑπὸ παλαιότητος ἀδύνατον αὐτὰ
425e
Is that the best theory for us? Or perhaps this one, that we got the earliest names from some foreign folk and the foreigners are more ancient than we are? Or that it is impossible to investigate them because of their antiquity, as is also the case with the foreign words?
426a
ἐπισκέψασθαι, ὥσπερ καὶ τὰ βαρβαρικά; αὗται γὰρ ἂν πᾶσαι ἐκδύσεις εἶεν καὶ μάλα κομψαὶ τῷ μὴ ἐθέλοντι λόγον διδόναι περὶ τῶν πρώτων ὀνομάτων ὡς ὀρθῶς κεῖται. καίτοι ὅτῳ τις τρόπῳ τῶν πρώτων ὀνομάτων τὴν ὀρθότητα μὴ οἶδεν, ἀδύνατόν που τῶν γε ὑστέρων εἰδέναι, ἃ ἐξ ἐκείνων ἀνάγκη δηλοῦσθαι ὧν τις πέρι μηδὲν οἶδεν: ἀλλὰ δῆλον ὅτι τὸν φάσκοντα περὶ αὐτῶν τεχνικὸν εἶναι περὶ τῶν πρώτων
426a
All these are merely very clever evasions on the part of those who refuse to offer any rational theory of the correctness of the earliest names. And yet if anyone is, no matter why, ignorant of the correctness of the earliest names, he cannot know about that of the later, since they can be explained only by means of the earliest, about which he is ignorant. No, it is clear that anyone who claims to have scientific knowledge of names must be able first of all to explain the earliest names perfectly,
426b
ὀνομάτων μάλιστά τε καὶ καθαρώτατα δεῖ ἔχειν ἀποδεῖξαι, ἢ εὖ εἰδέναι ὅτι τά γε ὕστερα ἤδη φλυαρήσει. ἢ σοὶ ἄλλως δοκεῖ;
Ἑρμογένης:
οὐδ' ὁπωστιοῦν, ὦ Σώκρατες, ἄλλως.
Σωκράτης:
ἃ μὲν τοίνυν ἐγὼ ᾔσθημαι περὶ τῶν πρώτων ὀνομάτων πάνυ μοι δοκεῖ ὑβριστικὰ εἶναι καὶ γελοῖα. τούτων οὖν σοι μεταδώσω, ἂν βούλῃ: σὺ δ' ἄν τι ἔχῃς βέλτιόν ποθεν λαβεῖν, πειρᾶσθαι καὶ ἐμοὶ μεταδιδόναι.
Ἑρμογένης:
ποιήσω ταῦτα. ἀλλὰ θαρρῶν λέγε.
426b
or he can be sure that what he says about the later will be nonsense. Or do you disagree?
Hermogenes:
No, Socrates, not in the least.
Socrates:
Now I think my notions about the earliest names are quite outrageous and ridiculous. I will impart them to you, if you like; if you can find anything better, please try to impart it to me.
Hermogenes:
I will do so. Go on, and do not be afraid.
426c
Σωκράτης:
πρῶτον μὲν τοίνυν τὸ ῥῶ ἔμοιγε φαίνεται ὥσπερ ὄργανον εἶναι πάσης τῆς κινήσεως, ἣν οὐδ' εἴπομεν δι' ὅτι ἔχει τοῦτο τοὔνομα: ἀλλὰ γὰρ δῆλον ὅτι ἕσις βούλεται εἶναι: οὐ γὰρ ἦτα ἐχρώμεθα ἀλλὰ εἶ τὸ παλαιόν. ἡ δὲ ἀρχὴ ἀπὸ τοῦ “κίειν” —ξενικὸν δὲ τοὔνομα—τοῦτο δ' ἐστὶν ἰέναι. εἰ οὖν τις τὸ παλαιὸν αὐτῆς εὕροι ὄνομα εἰς τὴν ἡμετέραν φωνὴν συμβαῖνον, “ἕσισ” ἂν ὀρθῶς καλοῖτο: νῦν δὲ ἀπό τε τοῦ ξενικοῦ τοῦ κίειν καὶ ἀπὸ τῆς τοῦ ἦτα μεταβολῆς καὶ τῆς τοῦ νῦ ἐνθέσεως “κίνησισ” κέκληται, ἔδει
426c
Socrates:
First, then, the letter rho seems to me to be an instrument expressing all motion. We have not as yet said why motion has the name
; but it evidently should be
, for in old times we did not employ eta, but epsilon. And the beginning of
is from
, a foreign word equivalent to
(go). So we should find that the ancient word corresponding to our modern form would be
; but now by the employment of the foreign word
, change of epsilon to eta, and the insertion of nu it has become
, though it ought to be
or
.
426d
δὲ “κιείνησιν” καλεῖσθαι [ἢ εἶσιν]. ἡ δὲ στάσις ἀπόφασις τοῦ ἰέναι βούλεται εἶναι, διὰ δὲ τὸν καλλωπισμὸν “στάσισ” ὠνόμασται. τὸ δὲ οὖν ῥῶ τὸ στοιχεῖον, ὥσπερ λέγω, καλὸν ἔδοξεν ὄργανον εἶναι τῆς κινήσεως τῷ τὰ ὀνόματα τιθεμένῳ πρὸς τὸ ἀφομοιοῦν τῇ φορᾷ, πολλαχοῦ γοῦν χρῆται αὐτῷ εἰς αὐτήν: πρῶτον μὲν ἐν αὐτῷ τῷ “ῥεῖν” καὶ “ῥοῇ” διὰ τούτου τοῦ γράμματος τὴν φορὰν μιμεῖται, εἶτα ἐν τῷ
426d
And
(rest) signifies the negation of motion, but is called
for euphony. Well, the letter rho, as I was saying, appeared to be a fine instrument expressive of motion to the name-giver who wished to imitate rapidity, and he often applies it to motion. In the first place, in the words
(flow) and
(current) he imitates their rapidity by this letter,
426e
“τρόμῳ,” εἶτα ἐν τῷ “τρέχειν,” ἔτι δὲ ἐν τοῖς τοιοῖσδε ῥήμασιν οἷον “κρούειν,” “θραύειν,” “ἐρείκειν,” “θρύπτειν,” “κερματίζειν,” “ῥυμβεῖν,” πάντα ταῦτα τὸ πολὺ ἀπεικάζει διὰ τοῦ ῥῶ. ἑώ<ρα> γὰρ οἶμαι τὴν γλῶτταν ἐν τούτῳ ἥκιστα μένουσαν, μάλιστα δὲ σειομένην: διὸ φαίνεταί μοι τούτῳ πρὸς ταῦτα κατακεχρῆσθαι. τῷ δὲ αὖ ἰῶτα πρὸς τὰ λεπτὰ πάντα, ἃ δὴ μάλιστα διὰ πάντων ἴοι ἄν. διὰ ταῦτα τὸ
426e
then in
(trembling) and in
(run), and also in such words as
(strike),
(break),
(rend),
(crush),
(crumble),
(whirl), he expresses the action of them all chiefly by means of the letter rho; for he observed, I suppose, that the tongue is least at rest and most agitated in pronouncing this letter, and that is probably the reason why he employed it for these words. Iota again, he employs for everything subtle, which can most readily pass through all things.
427a
“ἰέναι” καὶ τὸ “ἵεσθαι” διὰ τοῦ ἰῶτα ἀπομιμεῖται, ὥσπερ γε διὰ τοῦ φεῖ καὶ τοῦ ψεῖ καὶ τοῦ σῖγμα καὶ τοῦ ζῆτα, ὅτι πνευματώδη τὰ γράμματα, πάντα τὰ τοιαῦτα μεμίμηται αὐτοῖς ὀνομάζων, οἷον τὸ “ψυχρὸν” καὶ τὸ “ζέον” καὶ τὸ “σείεσθαι” καὶ ὅλως σεισμόν. καὶ ὅταν που τὸ φυσῶδες μιμῆται, πανταχοῦ ἐνταῦθα ὡς τὸ πολὺ τὰ τοιαῦτα γράμματα ἐπιφέρειν φαίνεται ὁ τὰ ὀνόματα τιθέμενος. τῆς δ' αὖ τοῦ δέλτα συμπιέσεως καὶ τοῦ ταῦ καὶ ἀπερείσεως τῆς γλώττης
427a
Therefore he imitates the nature of
(go) and
(hasten) by means of iota, just as he has imitated all such notions as
(cold, shivering),
(seething),
(shake), and
(shock) by means of phi, psi, sigma, and zeta, because those letters are pronounced with much breath. Whenever he imitates that which resembles blowing, the giver of names always appears to use for the most part such letters. And again he appears to have thought that the compression and pressure of the tongue in the pronunciation of delta and tau was naturally fitted
427b
τὴν δύναμιν χρήσιμον φαίνεται ἡγήσασθαι πρὸς τὴν μίμησιν τοῦ “δεσμοῦ” καὶ τῆς “στάσεως.” ὅτι δὲ ὀλισθάνει μάλιστα ἐν τῷ λάβδα ἡ γλῶττα κατιδών, ἀφομοιῶν ὠνόμασε τά τε “λεῖα” καὶ αὐτὸ τὸ “ὀλισθάνειν” καὶ τὸ “λιπαρὸν” καὶ τὸ “κολλῶδεσ” καὶ τἆλλα πάντα τὰ τοιαῦτα. ᾗ δὲ ὀλισθανούσης τῆς γλώττης ἀντιλαμβάνεται ἡ τοῦ γάμμα δύναμις, τὸ “γλίσχρον” ἀπεμιμήσατο καὶ “γλυκὺ” καὶ “γλοιῶδες.”
427b
to imitate the notion of binding and rest. And perceiving that the tongue has a gliding movement most in the pronunciation of lambda, he made the words
(level),
(glide) itself,
(sleek),
(glutinous), and the like to conform to it. Where the gliding of the tongue is stopped by the sound of gamma he reproduced the nature of
(glutinous),
(sweet), and
(gluey).
427c
τοῦ δ' αὖ νῦ τὸ εἴσω αἰσθόμενος τῆς φωνῆς, τὸ “ἔνδον” καὶ τὰ “ἐντὸσ” ὠνόμασεν, ὡς ἀφομοιῶν τοῖς γράμμασι τὰ ἔργα. τὸ δ' αὖ ἄλφα τῷ “μεγάλῳ” ἀπέδωκε, καὶ τῷ “μήκει” τὸ ἦτα, ὅτι μεγάλα τὰ γράμματα. εἰς δὲ τὸ “γογγύλον” τοῦ οὖ δεόμενος σημείου, τοῦτο πλεῖστον αὐτῷ εἰς τὸ ὄνομα ἐνεκέρασεν. καὶ τἆλλα οὕτω φαίνεται προσβιβάζειν καὶ κατὰ γράμματα καὶ κατὰ συλλαβὰς ἑκάστῳ τῶν ὄντων σημεῖόν τε καὶ ὄνομα ποιῶν ὁ νομοθέτης, ἐκ δὲ τούτων τὰ λοιπὰ ἤδη αὐτοῖς τούτοις συντιθέναι ἀπομιμούμενος. αὕτη
427c
And again, perceiving that nu is an internal sound, he made the words
(inside) and
(within), assimilating the meanings to the letters, and alpha again he assigned to greatness, and eta to length, because the letters are large. He needed the sign
for the expression of
(round), and made it the chief element of the word. And in this way the lawgiver appears to apply the other letters, making by letters and syllables a name for each and every thing, and from these names he compounds all the rest by imitation.
427d
μοι φαίνεται, ὦ Ἑρμόγενες, βούλεσθαι εἶναι ἡ τῶν ὀνομάτων ὀρθότης, εἰ μή τι ἄλλο Κρατύλος ὅδε λέγει.
Ἑρμογένης:
καὶ μήν, ὦ Σώκρατες, πολλά γέ μοι πολλάκις πράγματα παρέχει Κρατύλος, ὥσπερ κατ' ἀρχὰς ἔλεγον, φάσκων μὲν εἶναι ὀρθότητα ὀνομάτων, ἥτις δ' ἐστὶν οὐδὲν σαφὲς λέγων, ὥστε με μὴ δύνασθαι εἰδέναι πότερον ἑκὼν ἢ ἄκων οὕτως ἀσαφῶς ἑκάστοτε περὶ αὐτῶν λέγει. νῦν οὖν
427d
This, Hermogenes, appears to me to be the theory of the correctness of names, unless, indeed, Cratylus has some other view.
Hermogenes:
Truly, Socrates, as I said in the beginning, Cratylus often troubles me a good deal; he declares that there is such a thing as correctness of names, but does not say clearly what it is; and so I cannot tell whether he speaks so obscurely about it on any given occasion intentionally or unintentionally.
427e
μοι, ὦ Κρατύλε, ἐναντίον Σωκράτους εἰπὲ πότερον ἀρέσκει σοι ᾗ λέγει Σωκράτης περὶ ὀνομάτων, ἢ ἔχεις πῃ ἄλλῃ κάλλιον λέγειν; καὶ εἰ ἔχεις, λέγε, ἵνα ἤτοι μάθῃς παρὰ Σωκράτους ἢ διδάξῃς ἡμᾶς ἀμφοτέρους.
Κρατύλος:
τί δέ, ὦ Ἑρμόγενες; δοκεῖ σοι ῥᾴδιον εἶναι οὕτω ταχὺ μαθεῖν τε καὶ διδάξαι ὁτιοῦν πρᾶγμα, μὴ ὅτι τοσοῦτον, ὃ δὴ δοκεῖ ἐν τοῖς [μεγίστοισ] μέγιστον εἶναι;
427e
So now, Cratylus, tell me, in the presence of Socrates, do you like what Socrates says about names, or have you a better theory to propose? And if you have, tell us about it; then you will either learn from Socrates or instruct both him and me.
Cratylus:
But, Hermogenes, do you think it is an easy matter to learn or teach any subject so quickly, especially so important an one as this, which appears to me to be one of the most important?
428a
Ἑρμογένης:
μὰ Δί', οὐκ ἔμοιγε. ἀλλὰ τὸ τοῦ Ἡσιόδου καλῶς μοι φαίνεται ἔχειν, τὸ εἰ καί τις σμικρὸν ἐπὶ σμικρῷ καταθείη, προὔργου εἶναι. εἰ οὖν καὶ σμικρόν τι οἷός τ' εἶ πλέον ποιῆσαι, μὴ ἀπόκαμνε ἀλλ' εὐεργέτει καὶ Σωκράτη τόνδε—δίκαιος δ' εἶ—καὶ ἐμέ.
Σωκράτης:
καὶ μὲν δὴ ἔγωγε καὶ αὐτός, ὦ Κρατύλε, οὐδὲν ἂν ἰσχυρισαίμην ὧν εἴρηκα, ᾗ δέ μοι ἐφαίνετο μεθ' Ἑρμογένους ἐπεσκεψάμην, ὥστε τούτου γε ἕνεκα θαρρῶν λέγε, εἴ τι
428a
Hermogenes:
No, by Zeus, I do not. But I think Hesiod is right in saying: “If you can only add little to little, it is worth while.” So now if you can make even a little progress, do not shirk the trouble, but oblige Socrates—you owe it to him—and me.
Socrates:
For that matter, Cratylus, I would not positively affirm any of the things I have said. I merely expressed the opinions which I reached with the help of Hermogenes. So far as I am concerned, you need not hesitate,
428b
ἔχεις βέλτιον, ὡς ἐμοῦ ἐνδεξομένου. εἰ μέντοι ἔχεις τι σὺ κάλλιον τούτων λέγειν, οὐκ ἂν θαυμάζοιμι: δοκεῖς γάρ μοι αὐτός τε ἐσκέφθαι τὰ τοιαῦτα καὶ παρ' ἄλλων μεμαθηκέναι. ἐὰν οὖν λέγῃς τι κάλλιον, ἕνα τῶν μαθητῶν περὶ ὀρθότητος ὀνομάτων καὶ ἐμὲ γράφου.
Κρατύλος:
ἀλλὰ μὲν δή, ὦ Σώκρατες, ὥσπερ σὺ λέγεις, μεμέληκέν τέ μοι περὶ αὐτῶν καὶ ἴσως ἄν σε ποιησαίμην
428b
and if your view is better than mine, I will accept it. And I should not be at all surprised if it were better; for I think you have not only investigated such matters yourself but have been taught about them by others. So if you have any better theory to propound, put me down as one of your pupils in the course on the correctness of names.
Cratylus:
Yes, Socrates, I have, as you say, paid attention to these matters, and perhaps I might make you my pupil. However, I am afraid the opposite is the case,
428c
μαθητήν. φοβοῦμαι μέντοι μὴ τούτου πᾶν τοὐναντίον ᾖ, ὅτι μοί πως ἐπέρχεται λέγειν πρὸς σὲ τὸ τοῦ Ἀχιλλέως, ὃ ἐκεῖνος ἐν Λιταῖς πρὸς τὸν Αἴαντα λέγει. φησὶ δὲ “Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν, πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.” καὶ ἐμοὶ σύ, ὦ Σώκρατες, ἐπιεικῶς φαίνῃ κατὰ νοῦν χρησμῳδεῖν, εἴτε παρ' Εὐθύφρονος ἐπίπνους γενόμενος, εἴτε καὶ ἄλλη τις Μοῦσα πάλαι σε ἐνοῦσα ἐλελήθει.
428c
and I am impelled to say to you what Achilles says in the “Prayers” to Ajax. He says: “Ajax, descendant of Zeus, son of Telamon, chief of thy people, All thou hast uttered is good in my sight and pleases my spirit.” And so, Socrates, your oracular utterances seem to me to be much to my mind, whether you are inspired by Euthyphro or some other Muse has dwelt within you all along without our knowing it.
428d
Σωκράτης:
ὠγαθὲ Κρατύλε, θαυμάζω καὶ αὐτὸς πάλαι τὴν ἐμαυτοῦ σοφίαν καὶ ἀπιστῶ. δοκεῖ οὖν μοι χρῆναι ἐπανασκέψασθαι τί καὶ λέγω. τὸ γὰρ ἐξαπατᾶσθαι αὐτὸν ὑφ' αὑτοῦ πάντων χαλεπώτατον: ὅταν γὰρ μηδὲ σμικρὸν ἀποστατῇ ἀλλ' ἀεὶ παρῇ ὁ ἐξαπατήσων, πῶς οὐ δεινόν; δεῖ δή, ὡς ἔοικε, θαμὰ μεταστρέφεσθαι ἐπὶ τὰ προειρημένα, καὶ πειρᾶσθαι, τὸ ἐκείνου τοῦ ποιητοῦ, βλέπειν “ἅμα πρόσσω καὶ ὀπίσσω.” καὶ δὴ καὶ νυνὶ ἡμεῖς ἴδωμεν τί ἡμῖν εἴρηται.
428d
Socrates:
My excellent Cratylus, I myself have been marvelling at my own wisdom all along, and I cannot believe in it. So I think we ought to reexamine my utterances. For the worst of all deceptions is self-deception. How can it help being terrible, when the deceiver is always present and never stirs from the spot? So I think we must turn back repeatedly to what we have said and must try, as the poet says, to look “both forwards and backwards.”
428e
ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα: τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι;
Κρατύλος:
ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, ὦ Σώκρατες.
Σωκράτης:
διδασκαλίας ἄρα ἕνεκα τὰ ὀνόματα λέγεται;
Κρατύλος:
πάνυ γε.
Σωκράτης:
οὐκοῦν φῶμεν καὶ ταύτην τέχνην εἶναι καὶ δημιουργοὺς αὐτῆς;
Κρατύλος:
πάνυ γε.
Σωκράτης:
τίνας;
428e
Then let us now see what we have said. Correctness of a name, we say, is the quality of showing the nature of the thing named. Shall we call that a satisfactory statement?
Cratylus:
I am perfectly satisfied with it, Socrates.
Socrates:
Names, then, are given with a view to instruction?
Cratylus:
Certainly.
Socrates:
Shall we, then; say that this instruction is an art and has its artisans?
Cratylus:
Certainly.
Socrates:
Who are they?
429a
Κρατύλος:
οὕσπερ σὺ κατ' ἀρχὰς ἔλεγες, τοὺς νομοθέτας.
Σωκράτης:
πότερον οὖν καὶ ταύτην φῶμεν τὴν τέχνην ἐν τοῖς ἀνθρώποις ἐγγίγνεσθαι ὥσπερ καὶ τὰς ἄλλας ἢ μή; βούλομαι δὲ λέγειν τὸ τοιόνδε. ζωγράφοι εἰσίν που οἱ μὲν χείρους, οἱ δὲ ἀμείνους;
Κρατύλος:
πάνυ γε.
Σωκράτης:
οὐκοῦν οἱ μὲν ἀμείνους τὰ αὑτῶν ἔργα καλλίω παρέχονται, τὰ ζῷα, οἱ δὲ φαυλότερα; καὶ οἰκοδόμοι ὡσαύτως οἱ μὲν καλλίους τὰς οἰκίας ἐργάζονται, οἱ δὲ αἰσχίους;
Κρατύλος:
ναί.
429a
Cratylus:
The lawgivers, as you said in the beginning.
Socrates:
Shall we declare that this art arises in men like the other arts, or not? What I mean is this: Some painters are better, and others worse, are they not?
Cratylus:
Certainly.
Socrates:
And the better produce better works—that is, their paintings—and the others worse works? And likewise some builders build better houses and others worse?
Cratylus:
Yes.
429b
Σωκράτης:
ἆρ' οὖν καὶ νομοθέται οἱ μὲν καλλίω τὰ [ἔργα] αὑτῶν παρέχονται, οἱ δὲ αἰσχίω;
Κρατύλος:
οὔ μοι δοκεῖ τοῦτο ἔτι.
Σωκράτης:
οὐκ ἄρα δοκοῦσί σοι νόμοι οἱ μὲν βελτίους, οἱ δὲ φαυλότεροι εἶναι;
Κρατύλος:
οὐ δῆτα.
Σωκράτης:
οὐδὲ δὴ ὄνομα, ὡς ἔοικε, δοκεῖ σοι κεῖσθαι τὸ μὲν χεῖρον, τὸ δὲ ἄμεινον;
Κρατύλος:
οὐ δῆτα.
Σωκράτης:
πάντα ἄρα τὰ ὀνόματα ὀρθῶς κεῖται;
Κρατύλος:
ὅσα γε ὀνόματά ἐστιν.
Σωκράτης:
τί οὖν; ὃ καὶ ἄρτι ἐλέγετο, Ἑρμογένει τῷδε πότερον
429b
Socrates:
Then do some lawgivers produce better, and others worse works?
Cratylus:
No; at that point I cease to agree.
Socrates:
Then you do not think that some laws are better, and some worse?
Cratylus:
No, I do not.
Socrates:
And you do not, it appears, think that one name is better, and another worse?
Cratylus:
No, I do not.
Socrates:
Then all names are correct?
Cratylus:
All that are really names.
Socrates:
How about the name of our friend Hermogenes,
429c
μηδὲ ὄνομα τοῦτο κεῖσθαι φῶμεν, εἰ μή τι αὐτῷ Ἑρμοῦ γενέσεως προσήκει, ἢ κεῖσθαι μέν, οὐ μέντοι ὀρθῶς γε;
Κρατύλος:
οὐδὲ κεῖσθαι ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀλλὰ δοκεῖν κεῖσθαι, εἶναι δὲ ἑτέρου τοῦτο τοὔνομα, οὗπερ καὶ ἡ φύσις [ἡ τὸ ὄνομα δηλοῦσα].
Σωκράτης:
πότερον οὐδὲ ψεύδεται ὅταν τις φῇ Ἑρμογένη αὐτὸν εἶναι; μὴ γὰρ οὐδὲ τοῦτο αὖ ᾖ, τὸ τοῦτον φάναι Ἑρμογένη εἶναι, εἰ μὴ ἔστιν;
Κρατύλος:
πῶς λέγεις;
429c
which was mentioned a while ago? Shall we say that it is not his name at all, unless he belongs to the race of Hermes, or that it is his name, but is incorrect?
Cratylus:
I think, Socrates, that it is not his name at all; it appears to be his, but is really the name of some one else who possesses the nature that makes the name clear.
Socrates:
And when anyone says that our friend is Hermogenes, is he not even speaking falsely? For perhaps it is not even possible to say that he is Hermogenes, if he is not.
Cratylus:
What do you mean?
Socrates:
Do you mean to say that it is impossible to speak falsehood at all?
429d
Σωκράτης:
ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται ὁ λόγος; συχνοὶ γάρ τινες οἱ λέγοντες, ὦ φίλε Κρατύλε, καὶ νῦν καὶ πάλαι.
Κρατύλος:
πῶς γὰρ ἄν, ὦ Σώκρατες, λέγων γέ τις τοῦτο ὃ λέγει, μὴ τὸ ὂν λέγοι; ἢ οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν, τὸ μὴ τὰ ὄντα λέγειν;
Σωκράτης:
κομψότερος μὲν ὁ λόγος ἢ κατ' ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ὦ ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε:
429d
For there are, my dear Cratylus, many who do so, and who have done so in the past.
Cratylus:
Why, Socrates, how could anyone who says that which he says, say that which is not? Is not falsehood saying that which is not?
Socrates:
Your reasoning is too clever for me at my age, my friend. However, tell me this: Do you think it is possible to speak falsehood,
429e
πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ;
Κρατύλος:
οὔ μοι δοκεῖ οὐδὲ φάναι.
Σωκράτης:
οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι: “χαῖρε, ὦ ξένε Ἀθηναῖε, ὑὲ Σμικρίωνος Ἑρμόγενες,” οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα ἢ εἴποι ἂν ταῦτα ἢ προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; ἢ οὐδένα;
Κρατύλος:
ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι.
429e
but not to say it?
Cratylus:
Neither to speak nor to say it.
Socrates:
Nor utter it or use it as a form of address? For instance, if some one should meet you in hospitable fashion, should grasp your hand and say, “Well met, my friend from Athens, son of Smicrion, Hermogenes,” would he be saying or speaking or uttering or addressing these words not to you, but to Hermogenes—or to nobody?
Cratylus:
I think, Socrates, the man would be producing sounds without sense.
Socrates:
Even that reply is welcome;
430a
Σωκράτης:
ἀλλ' ἀγαπητὸν καὶ τοῦτο. πότερον γὰρ ἀληθῆ ἂν φθέγξαιτο ταῦτα ὁ φθεγξάμενος ἢ ψευδῆ; ἢ τὸ μέν τι αὐτῶν ἀληθές, τὸ δὲ ψεῦδος; καὶ γὰρ ἂν καὶ τοῦτο ἐξαρκοῖ.
Κρατύλος:
ψοφεῖν ἔγωγ' ἂν φαίην τὸν τοιοῦτον, μάτην αὐτὸν ἑαυτὸν κινοῦντα, ὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας.
Σωκράτης:
φέρε δή, ἐάν πῃ διαλλαχθῶμεν, ὦ Κρατύλε: ἆρ' οὐκ ἄλλο μὲν ἂν φαίης τὸ ὄνομα εἶναι, ἄλλο δὲ ἐκεῖνο οὗ τὸ ὄνομά ἐστιν;
Κρατύλος:
ἔγωγε.
Σωκράτης:
οὐκοῦν καὶ τὸ ὄνομα ὁμολογεῖς μίμημά τι εἶναι τοῦ
430a
for I can ask whether the words he produced would be true, or false, or partly true and partly false. Even that would suffice.
Cratylus:
I should say that the man in such a case was merely making a noise, going through purposeless motions, as if he were beating a bronze pot.
Socrates:
Let us see, Cratylus, if we cannot come to terms somehow. You would agree, would you not, that the name is one thing and the thing of which it is the name is another?
Cratylus:
Yes, I should.
Socrates:
And you agree that the name is an imitation
430b
πράγματος;
Κρατύλος:
πάντων μάλιστα.
Σωκράτης:
οὐκοῦν καὶ τὰ ζωγραφήματα τρόπον τινὰ ἄλλον λέγεις μιμήματα εἶναι πραγμάτων τινῶν;
Κρατύλος:
ναί.
Σωκράτης:
φέρε δή—ἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτ' ἔστιν ἃ λέγεις, σὺ δὲ τάχ' ἂν ὀρθῶς λέγοις—ἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τά τε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, ἢ οὔ;
430b
of the thing named?
Cratylus:
Most assuredly.
Socrates:
And you agree that paintings also are imitations, though in a different way, of things?
Cratylus:
Yes.
Socrates:
Well then—for perhaps I do not understand, and you may be right—can both of these imitations, the paintings and the names, be assigned and applied to the things which they imitate, or not?
430c
Κρατύλος:
ἔστιν.
Σωκράτης:
πρῶτον μὲν δὴ σκόπει τόδε. ἆρ' ἄν τις τὴν μὲν τοῦ ἀνδρὸς εἰκόνα τῷ ἀνδρὶ ἀποδοίη, τὴν δὲ τῆς γυναικὸς τῇ γυναικί, καὶ τἆλλα οὕτως;
Κρατύλος:
πάνυ μὲν οὖν.
Σωκράτης:
οὐκοῦν καὶ τοὐναντίον τὴν μὲν τοῦ ἀνδρὸς τῇ γυναικί, τὴν δὲ τῆς γυναικὸς τῷ ἀνδρί;
Κρατύλος:
ἔστι καὶ ταῦτα.
Σωκράτης:
ἆρ' οὖν αὗται αἱ διανομαὶ ἀμφότεραι ὀρθαί, ἢ ἡ ἑτέρα;
Κρατύλος:
ἡ ἑτέρα.
Σωκράτης:
ἣ ἂν ἑκάστῳ οἶμαι τὸ προσῆκόν τε καὶ τὸ ὅμοιον ἀποδιδῷ.
Κρατύλος:
ἔμοιγε δοκεῖ.
430c
Cratylus:
They can.
Socrates:
First, then, consider this question: Can we assign the likeness of the man to the man and that of the woman to the woman, and so forth?
Cratylus:
Certainly.
Socrates:
And can we conversely attribute that of the man to the woman, and the woman's to the man?
Cratylus:
That is also possible.
Socrates:
And are these assignments both correct, or only the former?
Cratylus:
The former.
Socrates:
The assignment, in short, which attributes to each that which belongs to it and is like it.
Cratylus:
That is my view.
Socrates:
To put an end to contentious argument between you and me,
430d
Σωκράτης:
ἵνα τοίνυν μὴ μαχώμεθα ἐν τοῖς λόγοις ἐγώ τε καὶ σὺ φίλοι ὄντες, ἀπόδεξαί μου ὃ λέγω. τὴν τοιαύτην γάρ, ὦ ἑταῖρε, καλῶ ἔγωγε διανομὴν ἐπ' ἀμφοτέροις μὲν τοῖς μιμήμασιν, τοῖς τε ζῴοις καὶ τοῖς ὀνόμασιν, ὀρθήν, ἐπὶ δὲ τοῖς ὀνόμασι πρὸς τῷ ὀρθὴν καὶ ἀληθῆ: τὴν δ' ἑτέραν, τὴν τοῦ ἀνομοίου δόσιν τε καὶ ἐπιφοράν, οὐκ ὀρθήν, καὶ ψευδῆ ὅταν ἐπ' ὀνόμασιν ᾖ.
Κρατύλος:
ἀλλ' ὅπως μή, ὦ Σώκρατες, ἐν μὲν τοῖς ζωγραφήμασιν
430d
since we are friends, let me state my position. I call that kind of assignment in the case of both imitations paintings and names—correct, and in the case of names not only correct, but true; and the other kind, which gives and applies the unlike imitation, I call incorrect and, in the case of names, false.
Cratylus:
But it may be, Socrates, that this incorrect assignment is possible in the case of paintings, and not in the case of names,
430e
ᾖ τοῦτο, τὸ μὴ ὀρθῶς διανέμειν, ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ, ἀλλ' ἀναγκαῖον ᾖ ἀεὶ ὀρθῶς.
Σωκράτης:
πῶς λέγεις; τί τοῦτο ἐκείνου διαφέρει; ἆρ' οὐκ ἔστι προσελθόντα ἀνδρί τῳ εἰπεῖν ὅτι “τουτί ἐστι σὸν γράμμα,” καὶ δεῖξαι αὐτῷ, ἂν μὲν τύχῃ, ἐκείνου εἰκόνα, ἂν δὲ τύχῃ, γυναικός; τὸ δὲ δεῖξαι λέγω εἰς τὴν τῶν ὀφθαλμῶν αἴσθησιν καταστῆσαι.
Κρατύλος:
πάνυ γε.
Σωκράτης:
τί δέ; πάλιν αὐτῷ τούτῳ προσελθόντα εἰπεῖν ὅτι “τουτί ἐστιν σὸν ὄνομα”; ἔστι δέ που καὶ τὸ ὄνομα μίμημα ὥσπερ τὸ ζωγράφημα. τοῦτο δὴ λέγω: ἆρ' οὐκ ἂν εἴη αὐτῷ
430e
which must be always correctly assigned.
Socrates:
What do you mean? What difference is there between the two? Can I not step up to a man and say to him, “This is your portrait,” and show him perhaps his own likeness or, perhaps, that of a woman? And by “show” I mean bring before the sense of sight.
Cratylus:
Certainly.
Socrates:
Well, then, can I not step up to the same man again and say, “This is your name”? A name is an imitation, just as a picture is.
431a
εἰπεῖν ὅτι “τουτί ἐστι σὸν ὄνομα,” καὶ μετὰ τοῦτο εἰς τὴν τῆς ἀκοῆς αὖ αἴσθησιν καταστῆσαι, ἂν μὲν τύχῃ, τὸ ἐκείνου μίμημα, εἰπόντα ὅτι ἀνήρ, ἂν δὲ τύχῃ, τὸ τοῦ θήλεος τοῦ ἀνθρωπίνου γένους, εἰπόντα ὅτι γυνή; οὐ δοκεῖ σοι τοῦτο οἷόν τ' εἶναι καὶ γίγνεσθαι ἐνίοτε;
Κρατύλος:
ἐθέλω σοι, ὦ Σώκρατες, συγχωρῆσαι καὶ ἔστω οὕτως.
Σωκράτης:
καλῶς γε σὺ ποιῶν, ὦ φίλε, εἰ ἔστι τοῦτο οὕτως: οὐδὲν γὰρ δεῖ νῦν πάνυ διαμάχεσθαι περὶ αὐτοῦ. εἰ δ' οὖν
431a
Very well; can I not say to him, “This is your name,” and then bring before his sense of hearing perhaps the imitation of himself, saying that it is a man, or perhaps the imitation of the female of the human species, saying that it is a woman? Do you not believe that this is possible and sometimes happens?
Cratylus:
I am willing to concede it, Socrates, and grant that you are right.
Socrates:
That is a good thing for you to do, my friend, if I am right; for now we need no longer argue about the matter.
431b
ἔστι τοιαύτη τις διανομὴ καὶ ἐνταῦθα, τὸ μὲν ἕτερον τούτων ἀληθεύειν βουλόμεθα καλεῖν, τὸ δ' ἕτερον ψεύδεσθαι. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ἔστι μὴ ὀρθῶς διανέμειν τὰ ὀνόματα μηδὲ ἀποδιδόναι τὰ προσήκοντα ἑκάστῳ, ἀλλ' ἐνίοτε τὰ μὴ προσήκοντα, εἴη ἂν καὶ ῥήματα ταὐτὸν τοῦτο ποιεῖν. εἰ δὲ ῥήματα καὶ ὀνόματα ἔστιν οὕτω τιθέναι, ἀνάγκη καὶ λόγους:
431b
If, then, some such assignment of names takes place, we will call one kind speaking truth, and the other speaking falsehood. But if this is accepted, and if it is possible to assign names incorrectly and to give to objects not the names that befit them, but sometimes those that are unfitting, it would be possible to treat verbs in the same way. And if verbs and nouns can be assigned in this way, the same must be true of sentences; for sentences are, I conceive, a combination of verbs and nouns.
431c
λόγοι γάρ που, ὡς ἐγᾦμαι, ἡ τούτων σύνθεσίς ἐστιν: ἢ πῶς λέγεις, ὦ Κρατύλε;
Κρατύλος:
οὕτω: καλῶς γάρ μοι δοκεῖς λέγειν.
Σωκράτης:
οὐκοῦν εἰ γράμμασιν αὖ τὰ πρῶτα ὀνόματα ἀπεικάζομεν, ἔστιν ὥσπερ ἐν τοῖς ζωγραφήμασιν καὶ πάντα τὰ προσήκοντα χρώματά τε καὶ σχήματα ἀποδοῦναι, καὶ μὴ πάντα αὖ, ἀλλ' ἔνια ἐλλείπειν, ἔνια δὲ καὶ προστιθέναι, καὶ πλείω καὶ μείζω: ἢ οὐκ ἔστιν;
Κρατύλος:
ἔστιν.
Σωκράτης:
οὐκοῦν ὁ μὲν ἀποδιδοὺς πάντα καλὰ τὰ γράμματά τε καὶ τὰς εἰκόνας ἀποδίδωσιν, ὁ δὲ ἢ προστιθεὶς ἢ ἀφαιρῶν γράμματα μὲν καὶ εἰκόνας ἐργάζεται καὶ οὗτος, ἀλλὰ πονηράς;
431c
What do you say to that, Cratylus?
Cratylus:
I agree; I think you are right.
Socrates:
If, then, we compare the earliest words to sketches, it is possible in them, as in pictures, to reproduce all the colors and shapes, or not all; some may be wanting, and some may be added, and they may be too many or too large. Is not that true?
Cratylus:
Yes, it is.
Socrates:
Then he who reproduces all, produces good sketches and pictures, and he who adds or takes away produces also sketches and pictures, but bad ones?
431d
Κρατύλος:
ναί.
Σωκράτης:
τί δὲ ὁ διὰ τῶν συλλαβῶν τε καὶ γραμμάτων τὴν οὐσίαν τῶν πραγμάτων ἀπομιμούμενος; ἆρα οὐ κατὰ τὸν αὐτὸν λόγον, ἂν μὲν πάντα ἀποδῷ τὰ προσήκοντα, καλὴ ἡ εἰκὼν ἔσται—τοῦτο δ' ἐστὶν ὄνομα—ἐὰν δὲ σμικρὰ ἐλλείπῃ ἢ προστιθῇ ἐνίοτε, εἰκὼν μὲν γενήσεται, καλὴ δὲ οὔ; ὥστε τὰ μὲν καλῶς εἰργασμένα ἔσται τῶν ὀνομάτων, τὰ δὲ κακῶς;
Κρατύλος:
ἴσως.
431d
Cratylus:
Yes.
Socrates:
And how about him who imitates the nature of things by means of letters and syllables? By the same principle, if he gives all that is appropriate, the image—that is to say, the name—will be good, and if he sometimes omits a little, it will be an image, but not a good one; and therefore some names are well and others badly made. Is that not true?
Cratylus:
Perhaps.
431e
Σωκράτης:
ἴσως ἄρα ἔσται ὁ μὲν ἀγαθὸς δημιουργὸς ὀνομάτων, ὁ δὲ κακός;
Κρατύλος:
ναί.
Σωκράτης:
οὐκοῦν τούτῳ ὁ “νομοθέτησ” ἦν ὄνομα.
Κρατύλος:
ναί.
Σωκράτης:
ἴσως ἄρα νὴ Δί' ἔσται, ὥσπερ ἐν ταῖς ἄλλαις τέχναις, καὶ νομοθέτης ὁ μὲν ἀγαθός, ὁ δὲ κακός, ἐάνπερ τὰ ἔμπροσθεν ἐκεῖνα ὁμολογηθῇ ἡμῖν.
Κρατύλος:
ἔστι ταῦτα. ἀλλ' ὁρᾷς, ὦ Σώκρατες, ὅταν ταῦτα τὰ γράμματα, τό τε ἄλφα καὶ τὸ βῆτα καὶ ἕκαστον τῶν στοιχείων, τοῖς ὀνόμασιν ἀποδιδῶμεν τῇ γραμματικῇ τέχνῃ,
431e
Socrates:
Perhaps, then, one artisan of names will be good, and another bad?
Cratylus:
Yes.
Socrates:
The name of such an artisan was lawgiver?
Cratylus:
Yes.
Socrates:
Perhaps, then, by Zeus, as is the case in the other arts, one lawgiver may be good and another bad, if we accept our previous conclusions.
Cratylus:
That is true. But you see, Socrates, when by the science of grammar we assign these letters—alpha, beta, and the rest—to names,
432a
ἐάν τι ἀφέλωμεν ἢ προσθῶμεν ἢ μεταθῶμέν τι, <οὐ> γέγραπται μὲν ἡμῖν τὸ ὄνομα, οὐ μέντοι ὀρθῶς, ἀλλὰ τὸ παράπαν οὐδὲ γέγραπται, ἀλλ' εὐθὺς ἕτερόν ἐστιν ἐάν τι τούτων πάθῃ.
Σωκράτης:
μὴ γὰρ οὐ καλῶς σκοπῶμεν οὕτω σκοποῦντες, ὦ Κρατύλε.
Κρατύλος:
πῶς δή;
Σωκράτης:
ἴσως ὅσα ἔκ τινος ἀριθμοῦ ἀναγκαῖον εἶναι ἢ μὴ εἶναι πάσχοι ἂν τοῦτο ὃ σὺ λέγεις, ὥσπερ καὶ αὐτὰ τὰ δέκα ἢ ὅστις βούλει ἄλλος ἀριθμός, ἐὰν ἀφέλῃς τι ἢ
432a
if we take away or add or transpose any letter, it is not true that the name is written, but written incorrectly; it is not written at all, but immediately becomes a different word, if any such thing happens to it.
Socrates:
Perhaps we are not considering the matter in the right way.
Cratylus:
Why not?
Socrates:
It may be that what you say would be true of those things which must necessarily consist of a certain number or cease to exist at all, as ten, for instance, or any number you like,
432b
προσθῇς, ἕτερος εὐθὺς γέγονε: τοῦ δὲ ποιοῦ τινος καὶ συμπάσης εἰκόνος μὴ οὐχ αὕτη <ᾖ> ἡ ὀρθότης, ἀλλὰ τὸ ἐναντίον οὐδὲ τὸ παράπαν δέῃ πάντα ἀποδοῦναι οἷόν ἐστιν ᾧ εἰκάζει, εἰ μέλλει εἰκὼν εἶναι. σκόπει δὲ εἰ τὶ λέγω. ἆρ' ἂν δύο πράγματα εἴη τοιάδε, οἷον Κρατύλος καὶ Κρατύλου εἰκών, εἴ τις θεῶν μὴ μόνον τὸ σὸν χρῶμα καὶ σχῆμα ἀπεικάσειεν ὥσπερ οἱ ζωγράφοι, ἀλλὰ καὶ τὰ ἐντὸς πάντα τοιαῦτα ποιήσειεν οἷάπερ τὰ σά, καὶ μαλακότητας
432b
if you add or subtract anything is immediately another number; but this is not the kind of correctness which applies to quality or to images in general; on the contrary, the image must not by any means reproduce all the qualities of that which it imitates, if it is to be an image. See if I am not right. Would there be two things, Cratylus and the image of Cratylus, if some god should not merely imitate your color and form, as painters do, but should also make all the inner parts like yours, should reproduce
432c
καὶ θερμότητας τὰς αὐτὰς ἀποδοίη, καὶ κίνησιν καὶ ψυχὴν καὶ φρόνησιν οἵαπερ ἡ παρὰ σοὶ ἐνθείη αὐτοῖς, καὶ ἑνὶ λόγῳ πάντα ἅπερ σὺ ἔχεις, τοιαῦτα ἕτερα καταστήσειεν πλησίον σου; πότερον Κρατύλος ἂν καὶ εἰκὼν Κρατύλου τότ' εἴη τὸ τοιοῦτον, ἢ δύο Κρατύλοι;
Κρατύλος:
δύο ἔμοιγε δοκοῦσιν, ὦ Σώκρατες, Κρατύλοι.
Σωκράτης:
ὁρᾷς οὖν, ὦ φίλε, ὅτι ἄλλην χρὴ εἰκόνος ὀρθότητα ζητεῖν καὶ ὧν νυνδὴ ἐλέγομεν, καὶ οὐκ ἀναγκάζειν, ἐάν τι
432c
the same flexibility and warmth, should put into them motion, life, and intellect, such as exist in you, and in short, should place beside you a duplicate of all your qualities? Would there be in such an event Cratylus and an image of Cratylus, or two Cratyluses?
Cratylus:
I should say, Socrates, two Cratyluses.
Socrates:
Then don't you see, my friend, that we must look for some other principle of correctness in images and in names, of which we were speaking, and must not insist that they are no longer images
432d
ἀπῇ ἢ προσῇ, μηκέτι αὐτὴν εἰκόνα εἶναι; ἢ οὐκ αἰσθάνῃ ὅσου ἐνδέουσιν αἱ εἰκόνες τὰ αὐτὰ ἔχειν ἐκείνοις ὧν εἰκόνες εἰσίν;
Κρατύλος:
ἔγωγε.
Σωκράτης:
γελοῖα γοῦν, ὦ Κρατύλε, ὑπὸ τῶν ὀνομάτων πάθοι ἂν ἐκεῖνα ὧν ὀνόματά ἐστιν τὰ ὀνόματα, εἰ πάντα πανταχῇ αὐτοῖς ὁμοιωθείη. διττὰ γὰρ ἄν που πάντα γένοιτο, καὶ οὐκ ἂν ἔχοι αὐτῶν εἰπεῖν <οὐδεὶσ> οὐδέτερον ὁπότερόν ἐστι τὸ μὲν αὐτό, τὸ δὲ ὄνομα.
Κρατύλος:
ἀληθῆ λέγεις.
Σωκράτης:
θαρρῶν τοίνυν, ὦ γενναῖε, ἔα καὶ ὄνομα τὸ μὲν εὖ
432d
if anything be wanting or be added? Do you not perceive how far images are from possessing the same qualities as the originals which they imitate?
Cratylus:
Yes, I do.
Socrates:
Surely, Cratylus, the effect produced by the names upon the things of which they are the names would be ridiculous, if they were to be entirely like them in every respect. For everything would be duplicated, and no one could tell in any case which was the real thing and which the name.
Cratylus:
Quite true.
Socrates:
Then do not be faint-hearted, but have the courage to admit that one name may be correctly and another incorrectly given;
432e
κεῖσθαι, τὸ δὲ μή, καὶ μὴ ἀνάγκαζε πάντ' ἔχειν τὰ γράμματα, ἵνα κομιδῇ ᾖ τοιοῦτον οἷόνπερ οὗ ὄνομά ἐστιν, ἀλλ' ἔα καὶ τὸ μὴ προσῆκον γράμμα ἐπιφέρειν. εἰ δὲ γράμμα, καὶ ὄνομα ἐν λόγῳ: εἰ δὲ ὄνομα, καὶ λόγον ἐν λόγῳ μὴ προσήκοντα τοῖς πράγμασιν ἐπιφέρεσθαι, καὶ μηδὲν ἧττον ὀνομάζεσθαι τὸ πρᾶγμα καὶ λέγεσθαι, ἕως ἂν ὁ τύπος ἐνῇ τοῦ πράγματος περὶ οὗ ἂν ὁ λόγος ᾖ, ὥσπερ ἐν τοῖς
432e
do not insist that it must have all the letters and be exactly the same as the thing named, but grant that an inappropriate letter may be employed. But if a letter, then grant that also a noun in a clause, and if a noun, then also a clause in a sentence may be employed which is not appropriate to the things in question, and the thing may none the less be named and described, so long as the intrinsic quality of the thing named is retained,
433a
τῶν στοιχείων ὀνόμασιν, εἰ μέμνησαι ἃ νυνδὴ ἐγὼ καὶ Ἑρμογένης ἐλέγομεν.
Κρατύλος:
ἀλλὰ μέμνημαι.
Σωκράτης:
καλῶς τοίνυν. ὅταν γὰρ τοῦτο ἐνῇ, κἂν μὴ πάντα τὰ προσήκοντα ἔχῃ, λέξεταί γε τὸ πρᾶγμα, καλῶς ὅταν πάντα, κακῶς δὲ ὅταν ὀλίγα: λέγεσθαι δ' οὖν, ὦ μακάριε, ἐῶμεν, ἵνα μὴ ὄφλωμεν ὥσπερ οἱ ἐν Αἰγίνῃ νύκτωρ περιιόντες ὀψὲ ὁδοῦ, καὶ ἡμεῖς ἐπὶ τὰ πράγματα δόξωμεν αὖ
433a
as is the case in the names of the letters of the alphabet, if you remember what Hermogenes and I were saying a while ago.
Cratylus:
Yes, I remember.
Socrates:
Very well, then. So long as this intrinsic quality is present, even though the name have not all the proper letters, the thing will still be named; well, when it has all the proper letters; badly, when it has only a few of them. Let us, then, grant this, my friend, or we shall get into trouble, like the belated night wanderers in the road at Aegina,
and in very truth we shall be found to have arrived too late;
433b
τῇ ἀληθείᾳ οὕτω πως ἐληλυθέναι ὀψιαίτερον τοῦ δέοντος, ἢ ζήτει τινὰ ἄλλην ὀνόματος ὀρθότητα, καὶ μὴ ὁμολόγει δήλωμα συλλαβαῖς καὶ γράμμασι πράγματος ὄνομα εἶναι. εἰ γὰρ ταῦτα ἀμφότερα ἐρεῖς, οὐχ οἷός τ' ἔσῃ συμφωνεῖν σαυτῷ.
Κρατύλος:
ἀλλά μοι δοκεῖς γε, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω τίθεμαι.
Σωκράτης:
ἐπειδὴ τοίνυν ταῦτα ἡμῖν συνδοκεῖ, μετὰ ταῦτα τάδε σκοπῶμεν: εἰ μέλλει φαμὲν καλῶς κεῖσθαι τὸ ὄνομα, τὰ προσήκοντα δεῖ αὐτὸ γράμματα ἔχειν;
Κρατύλος:
ναί.
433b
otherwise you must look for some other principle of correctness in names, and must not admit that a name is the representation of a thing in syllables and letters. For if you maintain both positions, you cannot help contradicting yourself.
Cratylus:
Well, Socrates, I think what you say is reasonable, and I accept it.
Socrates:
Then since we are agreed about this, let us consider the next point. If a name, we say, is to be a good one, it must have the proper letters?
Cratylus:
Yes.
433c
Σωκράτης:
προσήκει δὲ τὰ ὅμοια τοῖς πράγμασιν;
Κρατύλος:
πάνυ γε.
Σωκράτης:
τὰ μὲν ἄρα καλῶς κείμενα οὕτω κεῖται: εἰ δὲ μή τι καλῶς ἐτέθη, τὸ μὲν ἂν πολὺ ἴσως ἐκ προσηκόντων εἴη γραμμάτων καὶ ὁμοίων, εἴπερ ἔσται εἰκών, ἔχοι δ' ἄν τι καὶ οὐ προσῆκον, δι' ὃ οὐκ ἂν καλὸν εἴη οὐδὲ καλῶς εἰργασμένον τὸ ὄνομα. οὕτω φαμὲν ἢ ἄλλως;
Κρατύλος:
οὐδὲν δεῖ οἶμαι διαμάχεσθαι, ὦ Σώκρατες: ἐπεὶ οὐκ ἀρέσκει γέ με τὸ φάναι ὄνομα μὲν εἶναι, μὴ μέντοι καλῶς γε κεῖσθαι.
433c
Socrates:
And the proper letters are those which are like the things named?
Cratylus:
Yes, certainly.
Socrates:
That is, then, the method by which wellgiven names are given. But if any name is not well given, the greater part of it may perhaps, if it is to be an image at all, be made up of proper and like letters, but it may contain some inappropriate element, and is on that account not good or well made. Is that our view?
Cratylus:
I suppose, Socrates, there is no use in keeping up my contention; but I am not satisfied that it can be a name and not be well given.
Socrates:
Are you not satisfied that the name is
433d
Σωκράτης:
πότερον τοῦτο οὐκ ἀρέσκει σε, τὸ εἶναι τὸ ὄνομα δήλωμα τοῦ πράγματος;
Κρατύλος:
ἔμοιγε.
Σωκράτης:
ἀλλὰ τὸ εἶναι τῶν ὀνομάτων τὰ μὲν ἐκ προτέρων συγκείμενα, τὰ δὲ πρῶτα, οὐ καλῶς σοι δοκεῖ λέγεσθαι;
Κρατύλος:
ἔμοιγε.
Σωκράτης:
ἀλλὰ τὰ πρῶτα εἰ μέλλει δηλώματά τινων γίγνεσθαι, ἔχεις τινὰ καλλίω τρόπον τοῦ δηλώματα αὐτὰ γενέσθαι
433d
the representation of a thing?
Cratylus:
Yes.
Socrates:
And do you not think it is true that some names are composed of earlier ones and others are primary?
Cratylus:
Yes.
Socrates:
But if the primary names are to be representations of any things, can you suggest any better way of making them representations than by making them as much as possible like the things which they are to represent?
433e
ἄλλον ἢ αὐτὰ ποιῆσαι ὅτι μάλιστα τοιαῦτα οἷα ἐκεῖνα ἃ δεῖ δηλοῦν αὐτά; ἢ ὅδε μᾶλλόν σε ἀρέσκει ὁ τρόπος ὃν Ἑρμογένης λέγει καὶ ἄλλοι πολλοί, τὸ συνθήματα εἶναι τὰ ὀνόματα καὶ δηλοῦν τοῖς συνθεμένοις προειδόσι δὲ τὰ πράγματα, καὶ εἶναι ταύτην ὀρθότητα ὀνόματος, συνθήκην, διαφέρειν δὲ οὐδὲν ἐάντε τις συνθῆται ὥσπερ νῦν σύγκειται, ἐάντε καὶ τοὐναντίον ἐπὶ μὲν ᾧ νῦν σμικρόν, μέγα καλεῖν, ἐπὶ δὲ ᾧ μέγα, σμικρόν; πότερός σε ὁ τρόπος ἀρέσκει;
433e
Or do you prefer the theory advanced by Hermogenes and many others, who claim that names are conventional and represent things to those who established the convention and knew the things beforehand, and that convention is the sole principle of correctness in names, and it makes no difference whether we accept the existing convention or adopt an opposite one according to which small would be called great and great small? Which of these two theories do you prefer?
434a
Κρατύλος:
ὅλῳ καὶ παντὶ διαφέρει, ὦ Σώκρατες, τὸ ὁμοιώματι δηλοῦν ὅτι ἄν τις δηλοῖ ἀλλὰ μὴ τῷ ἐπιτυχόντι.
Σωκράτης:
καλῶς λέγεις. οὐκοῦν εἴπερ ἔσται τὸ ὄνομα ὅμοιον τῷ πράγματι, ἀναγκαῖον πεφυκέναι τὰ στοιχεῖα ὅμοια τοῖς πράγμασιν, ἐξ ὧν τὰ πρῶτα ὀνόματά τις συνθήσει; ὧδε δὲ λέγω: ἆρά ποτ' ἄν τις συνέθηκεν ὃ νυνδὴ ἐλέγομεν ζωγράφημα ὅμοιόν τῳ τῶν ὄντων, εἰ μὴ φύσει ὑπῆρχε
434a
Cratylus:
Representing by likeness the thing represented is absolutely and entirely superior to representation by chance signs.
Socrates:
You are right. Then if the name is like the thing, the letters of which the primary names are to be formed must be by their very nature like the things, must they not? Let me explain. Could a painting, to revert to our previous comparison, ever be made like any real thing, if there were no pigments out of which the painting is composed,
434b
φαρμακεῖα ὅμοια ὄντα, ἐξ ὧν συντίθεται τὰ ζωγραφούμενα, ἐκείνοις ἃ μιμεῖται ἡ γραφική: ἢ ἀδύνατον;
Κρατύλος:
ἀδύνατον.
Σωκράτης:
οὐκοῦν ὡσαύτως καὶ ὀνόματα οὐκ ἄν ποτε ὅμοια γένοιτο οὐδενί, εἰ μὴ ὑπάρξει ἐκεῖνα πρῶτον ὁμοιότητά τινα ἔχοντα, ἐξ ὧν συντίθεται τὰ ὀνόματα, ἐκείνοις ὧν ἐστι τὰ ὀνόματα μιμήματα; ἔστι δέ, ἐξ ὧν συνθετέον, στοιχεῖα;
Κρατύλος:
ναί.
Σωκράτης:
ἤδη τοίνυν καὶ σὺ κοινώνῃ τοῦ λόγου οὗπερ ἄρτι
434b
which were by their nature like the objects which the painter's art imitates? Is not that impossible?
Cratylus:
Yes, it is impossible.
Socrates:
In the same way, names can never be like anything unless those elements of which the names are composed exist in the first place and possess some kind of likeness to the things which the names imitate; and the elements of which they are composed are the letters, are they not?
Cratylus:
Yes.
Socrates:
Then I must now ask you to consider with me the subject which Hermogenes and I discussed a while ago.
434c
Ἑρμογένης. φέρε, καλῶς σοι δοκοῦμεν λέγειν ὅτι τὸ ῥῶ τῇ φορᾷ καὶ κινήσει καὶ σκληρότητι προσέοικεν, ἢ οὐ καλῶς;
Κρατύλος:
καλῶς ἔμοιγε.
Σωκράτης:
τὸ δὲ λάβδα τῷ λείῳ καὶ μαλακῷ καὶ οἷς νυνδὴ ἐλέγομεν;
Κρατύλος:
ναί.
Σωκράτης:
οἶσθα οὖν ὅτι ἐπὶ τῷ αὐτῷ ἡμεῖς μέν φαμεν “σκληρότης,” Ἐρετριῆς δὲ “σκληροτήρ”;
Κρατύλος:
πάνυ γε.
Σωκράτης:
πότερον οὖν τό τε ῥῶ καὶ τὸ σῖγμα ἔοικεν ἀμφότερα τῷ αὐτῷ, καὶ δηλοῖ ἐκείνοις τε τὸ αὐτὸ τελευτῶντος τοῦ ῥῶ καὶ ἡμῖν τοῦ σῖγμα, ἢ τοῖς ἑτέροις ἡμῶν οὐ δηλοῖ;
434c
Do you think I am right in saying that rho is expressive of speed, motion, and hardness, or not?
Cratylus:
You are right.
Socrates:
And lambda is like smoothness, softness, and the other qualities we mentioned?
Cratylus:
Yes.
Socrates:
You know, of course, that we call the same thing
(hardness) which the Eretrians call
?
Cratylus:
Certainly.
Socrates:
Have rho and sigma both a likeness to the same thing, and does the final rho mean to them just what the sigma means to us, or is there to one of us no meaning?
434d
Κρατύλος:
δηλοῖ μὲν οὖν ἀμφοτέροις.
Σωκράτης:
πότερον ᾗ ὅμοια τυγχάνει ὄντα τὸ ῥῶ καὶ τὸ σῖγμα, ἢ ᾗ μή;
Κρατύλος:
ἧι ὅμοια.
Σωκράτης:
ἦ οὖν ὅμοιά ἐστι πανταχῇ;
Κρατύλος:
πρός γε τὸ ἴσως φορὰν δηλοῦν.
Σωκράτης:
ἦ καὶ τὸ λάβδα ἐγκείμενον; οὐ τὸ ἐναντίον δηλοῖ σκληρότητος;
Κρατύλος:
ἴσως γὰρ οὐκ ὀρθῶς ἔγκειται, ὦ Σώκρατες: ὥσπερ καὶ ἃ νυνδὴ σὺ πρὸς Ἑρμογένη ἔλεγες ἐξαιρῶν τε καὶ ἐντιθεὶς γράμματα οὗ δέοι, καὶ ὀρθῶς ἐδόκεις ἔμοιγε. καὶ νῦν ἴσως ἀντὶ τοῦ λάβδα ῥῶ δεῖ λέγειν.
434d
Cratylus:
They mean the same to both.
Socrates:
In so far as rho and sigma are alike, or in so far as they are not?
Cratylus:
In so far as they are alike.
Socrates:
And are they alike in all respects?
Cratylus:
Yes; at least for the purpose of expressing motion equally.
Socrates:
But how about the lambda in
? Does it not express the opposite of hardness?
Cratylus:
Well, perhaps it has no right to be there, Socrates; it may be like the cases that came up in your talk with Hermogenes, when you removed or inserted letters where that was necessary. I think you did right; and in this case perhaps we ought to put a rho in place of the lambda.
434e
Σωκράτης:
εὖ λέγεις. τί οὖν; νῦν ὡς λέγομεν, οὐδὲν μανθάνομεν ἀλλήλων, ἐπειδάν τις φῇ “σκληρόν,” οὐδὲ οἶσθα σὺ νῦν ὅτι ἐγὼ λέγω;
Κρατύλος:
ἔγωγε, διά γε τὸ ἔθος, ὦ φίλτατε.
Σωκράτης:
ἔθος δὲ λέγων οἴει τι διάφορον λέγειν συνθήκης; ἢ ἄλλο τι λέγεις τὸ ἔθος ἢ ὅτι ἐγώ, ὅταν τοῦτο φθέγγωμαι, διανοοῦμαι ἐκεῖνο, σὺ δὲ γιγνώσκεις ὅτι ἐκεῖνο διανοοῦμαι; οὐ τοῦτο λέγεις;
434e
Socrates:
Excellent. However, do we not understand one another when anyone says
, using the present pronunciation, and do you not now know what I mean?
Cratylus:
Yes, but that is by custom, my friend.
Socrates:
In saying “custom” do you think you are saying anything different from convention? Do you not mean by “convention” that when I speak I have a definite meaning and you recognize that I have that meaning? Is not that what you mean?
435a
Κρατύλος:
ναί.
Σωκράτης:
οὐκοῦν εἰ γιγνώσκεις ἐμοῦ φθεγγομένου, δήλωμα σοι γίγνεται παρ' ἐμοῦ;
Κρατύλος:
ναί.
Σωκράτης:
ἀπὸ τοῦ ἀνομοίου γε ἢ ὃ διανοούμενος φθέγγομαι, εἴπερ τὸ λάβδα ἀνόμοιόν ἐστι τῇ ᾗ φῂς σὺ σκληρότητι: εἰ δὲ τοῦτο οὕτως ἔχει, τί ἄλλο ἢ αὐτὸς σαυτῷ συνέθου καί σοι γίγνεται ἡ ὀρθότης τοῦ ὀνόματος συνθήκη, ἐπειδή γε δηλοῖ καὶ τὰ ὅμοια καὶ τὰ ἀνόμοια γράμματα, ἔθους τε καὶ συνθήκης τυχόντα; εἰ δ' ὅτι μάλιστα μή ἐστι τὸ ἔθος
435a
Cratylus:
Yes.
Socrates:
Then if you recognize my meaning when I speak, that is an indication given to you by me.
Cratylus:
Yes.
Socrates:
The indication comes from something which is unlike my meaning when I speak, if in your example
the lambda is unlike hardness; and if this is true, did you not make a convention with yourself, since both like and unlike letters, by the influence of custom and convention, produce indication? And even if custom is entirely distinct from convention,
435b
συνθήκη, οὐκ ἂν καλῶς ἔτι ἔχοι λέγειν τὴν ὁμοιότητα δήλωμα εἶναι, ἀλλὰ τὸ ἔθος: ἐκεῖνο γάρ, ὡς ἔοικε, καὶ ὁμοίῳ καὶ ἀνομοίῳ δηλοῖ. ἐπειδὴ δὲ ταῦτα συγχωροῦμεν, ὦ Κρατύλε—τὴν γὰρ σιγήν σου συγχώρησιν θήσω—ἀναγκαῖόν που καὶ συνθήκην τι καὶ ἔθος συμβάλλεσθαι πρὸς δήλωσιν ὧν διανοούμενοι λέγομεν: ἐπεί, ὦ βέλτιστε, εἰ 'θέλεις ἐπὶ τὸν ἀριθμὸν ἐλθεῖν, πόθεν οἴει ἕξειν ὀνόματα ὅμοια ἑνὶ ἑκάστῳ τῶν ἀριθμῶν ἐπενεγκεῖν, ἐὰν μὴ ἐᾷς τι
435b
we should henceforth be obliged to say that custom, not likeness, is the principle of indication, since custom, it appears, indicates both by the like and by the unlike. And since we grant this, Cratylus—for I take it that your silence gives consent—both convention and custom must contribute something towards the indication of our meaning when we speak. For, my friend, if you will just turn your attention to numbers, where do you think you can possibly get names to apply to each individual number on the principle of likeness,
435c
τὴν σὴν ὁμολογίαν καὶ συνθήκην κῦρος ἔχειν τῶν ὀνομάτων ὀρθότητος πέρι; ἐμοὶ μὲν οὖν καὶ αὐτῷ ἀρέσκει μὲν κατὰ τὸ δυνατὸν ὅμοια εἶναι τὰ ὀνόματα τοῖς πράγμασιν: ἀλλὰ μὴ ὡς ἀληθῶς, τὸ τοῦ Ἑρμογένους, γλίσχρα ᾖ ἡ ὁλκὴ αὕτη τῆς ὁμοιότητος, ἀναγκαῖον δὲ ᾖ καὶ τῷ φορτικῷ τούτῳ προσχρῆσθαι, τῇ συνθήκῃ, εἰς ὀνομάτων ὀρθότητα. ἐπεὶ ἴσως κατά γε τὸ δυνατὸν κάλλιστ' ἂν λέγοιτο ὅταν ἢ πᾶσιν ἢ ὡς πλείστοις ὁμοίοις λέγηται, τοῦτο δ' ἐστὶ προσήκουσιν,
435c
unless you allow agreement and convention on your part to control the correctness of names? I myself prefer the theory that names are, so far as is possible, like the things named; but really this attractive force of likeness is, as Hermogenes says, a poor thing, and we are compelled to employ in addition this commonplace expedient, convention, to establish the correctness of names. Probably language would be, within the bounds of possibility, most excellent when all its terms, or as many as possible, were based on likeness, that is to say, were appropriate, and most deficient under opposite conditions.
435d
αἴσχιστα δὲ τοὐναντίον. τόδε δέ μοι ἔτι εἰπὲ μετὰ ταῦτα, τίνα ἡμῖν δύναμιν ἔχει τὰ ὀνόματα καὶ τί φῶμεν αὐτὰ καλὸν ἀπεργάζεσθαι;
Κρατύλος:
διδάσκειν ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, καὶ τοῦτο πάνυ ἁπλοῦν εἶναι, ὃς ἂν τὰ ὀνόματα ἐπίστηται, ἐπίστασθαι καὶ τὰ πράγματα.
Σωκράτης:
ἴσως γάρ, ὦ Κρατύλε, τὸ τοιόνδε λέγεις, ὡς ἐπειδάν τις εἰδῇ τὸ ὄνομα οἷόν ἐστιν—ἔστι δὲ οἷόνπερ τὸ πρᾶγμα—
435d
But now answer the next question. What is the function of names, and what good do they accomplish?
Cratylus:
I think, Socrates, their function is to instruct, and this is the simple truth, that he who knows the names knows also the things named.
Socrates:
I suppose, Cratylus, you mean that when anyone knows the nature of the name—and its nature is that of the thing—he will know the thing also,
435e
εἴσεται δὴ καὶ τὸ πρᾶγμα, ἐπείπερ ὅμοιον τυγχάνει ὂν τῷ ὀνόματι, τέχνη δὲ μία ἄρ' ἐστὶν ἡ αὐτὴ πάντων τῶν ἀλλήλοις ὁμοίων. κατὰ τοῦτο δή μοι δοκεῖς λέγειν ὡς ὃς ἂν τὰ ὀνόματα εἰδῇ εἴσεται καὶ τὰ πράγματα.
Κρατύλος:
ἀληθέστατα λέγεις.
Σωκράτης:
ἔχε δή, ἴδωμεν τίς ποτ' ἂν εἴη ὁ τρόπος οὗτος τῆς διδασκαλίας τῶν ὄντων ὃν σὺ λέγεις νῦν, καὶ πότερον ἔστι μὲν καὶ ἄλλος, οὗτος μέντοι βελτίων, ἢ οὐδ' ἔστιν ἄλλος ἢ οὗτος. ποτέρως οἴει;
435e
since it is like the name, and the science of all things which are like each other is one and the same. It is, I fancy, on this ground that you say whoever knows names will know things also.
Cratylus:
You are perfectly right.
Socrates:
Now let us see what this manner of giving instruction is, to which you refer, and whether there is another method, but inferior to this, or there is no other at all. What do you think?
436a
Κρατύλος:
οὕτως ἔγωγε, οὐ πάνυ τι εἶναι ἄλλον, τοῦτον δὲ καὶ μόνον καὶ βέλτιστον.
Σωκράτης:
πότερον δὲ καὶ εὕρεσιν τῶν ὄντων τὴν αὐτὴν ταύτην εἶναι, τὸν τὰ ὀνόματα εὑρόντα καὶ ἐκεῖνα ηὑρηκέναι ὧν ἐστι τὰ ὀνόματα: ἢ ζητεῖν μὲν καὶ εὑρίσκειν ἕτερον δεῖν τρόπον, μανθάνειν δὲ τοῦτον;
Κρατύλος:
πάντων μάλιστα καὶ ζητεῖν καὶ εὑρίσκειν τὸν αὐτὸν τρόπον τοῦτον κατὰ ταὐτά.
Σωκράτης:
φέρε δὴ ἐννοήσωμεν, ὦ Κρατύλε, εἴ τις ζητῶν τὰ
436a
Cratylus:
I think there is no other at all; this is both the best and the only method.
Socrates:
Do you think this is also the method of discovering realities, and that he who has discovered the names has discovered also the things named; or do you think inquiry and discovery demand another method, and this belongs to instruction?
Cratylus:
I most certainly think inquiry and discovery follow this same method and in the same way.
Socrates:
Let us consider the matter, Cratylus. Do you not see that he who in his inquiry after things follows names
436b
πράγματα ἀκολουθοῖ τοῖς ὀνόμασι, σκοπῶν οἷον ἕκαστον βούλεται εἶναι, ἆρ' ἐννοεῖς ὅτι οὐ σμικρὸς κίνδυνός ἐστιν ἐξαπατηθῆναι;
Κρατύλος:
πῶς;
Σωκράτης:
δῆλον ὅτι ὁ θέμενος πρῶτος τὰ ὀνόματα, οἷα ἡγεῖτο εἶναι τὰ πράγματα, τοιαῦτα ἐτίθετο καὶ τὰ ὀνόματα, ὥς φαμεν. ἦ γάρ;
Κρατύλος:
ναί.
Σωκράτης:
εἰ οὖν ἐκεῖνος μὴ ὀρθῶς ἡγεῖτο, ἔθετο δὲ οἷα ἡγεῖτο, τί οἴει ἡμᾶς τοὺς ἀκολουθοῦντας αὐτῷ πείσεσθαι; ἄλλο τι ἢ ἐξαπατηθήσεσθαι;
Κρατύλος:
ἀλλὰ μὴ οὐχ οὕτως ἔχει, ὦ Σώκρατες, ἀλλ' ἀναγκαῖον
436b
and examines into the meaning of each one runs great risks of being deceived?
Cratylus:
How so?
Socrates:
Clearly he who first gave names, gave such names as agreed with his conception of the nature of things. That is our view, is it not?
Cratylus:
Yes.
Socrates:
Then if his conception was incorrect, and he gave the names according to his conception, what do you suppose will happen to us who follow him? Can we help being deceived?
Cratylus:
But, Socrates, surely that is not the case.
436c
ᾖ εἰδότα τίθεσθαι τὸν τιθέμενον τὰ ὀνόματα: εἰ δὲ μή, ὅπερ πάλαι ἐγὼ ἔλεγον, οὐδ' ἂν ὀνόματα εἴη. μέγιστον δέ σοι ἔστω τεκμήριον ὅτι οὐκ ἔσφαλται τῆς ἀληθείας ὁ τιθέμενος: οὐ γὰρ ἄν ποτε οὕτω σύμφωνα ἦν αὐτῷ ἅπαντα. ἢ οὐκ ἐνενόεις αὐτὸς λέγων ὡς πάντα κατὰ ταὐτὸν καὶ ἐπὶ ταὐτὸν ἐγίγνετο τὰ ὀνόματα;
Σωκράτης:
ἀλλὰ τοῦτο μέν, ὠγαθὲ Κρατύλε, οὐδέν ἐστιν ἀπολόγημα. εἰ γὰρ τὸ πρῶτον σφαλεὶς ὁ τιθέμενος τἆλλα ἤδη
436c
He who gave the names must necessarily have known; otherwise, as I have been saying all along, they would not be names at all. And there is a decisive proof that the name-giver did not miss the truth, one which you must accept; for otherwise his names would not be so universally consistent. Have you not yourself noticed in speaking that all names were formed by the same method and with the same end in view?
Socrates:
But that, Cratylus, is no counter argument. For if the giver of names erred in the beginning
436d
πρὸς τοῦτ' ἐβιάζετο καὶ αὑτῷ συμφωνεῖν ἠνάγκαζεν, οὐδὲν ἄτοπον, ὥσπερ τῶν διαγραμμάτων ἐνίοτε τοῦ πρώτου σμικροῦ καὶ ἀδήλου ψεύδους γενομένου, τὰ λοιπὰ πάμπολλα ἤδη ὄντα ἑπόμενα ὁμολογεῖν ἀλλήλοις. δεῖ δὴ περὶ τῆς ἀρχῆς παντὸς πράγματος παντὶ ἀνδρὶ τὸν πολὺν λόγον εἶναι καὶ τὴν πολλὴν σκέψιν εἴτε ὀρθῶς εἴτε μὴ ὑπόκειται: ἐκείνης δὲ ἐξετασθείσης ἱκανῶς, τὰ λοιπὰ φαίνεσθαι ἐκείνῃ ἑπόμενα. οὐ μέντοι ἀλλὰ
436d
and thenceforth forced all other names into agreement with his own initial error, there is nothing strange about that. It is just so sometimes in geometrical diagrams; the initial error is small and unnoticed, but all the numerous deductions are wrong, though consistent. Every one must therefore give great care and great attention to the beginning of any undertaking, to see whether his foundation is right or not. If that has been considered with proper care, everything else will follow.
436e
θαυμάζοιμ' ἂν εἰ καὶ τὰ ὀνόματα συμφωνεῖ αὐτὰ αὑτοῖς. πάλιν γὰρ ἐπισκεψώμεθα ἃ τὸ πρότερον διήλθομεν. ὡς τοῦ παντὸς ἰόντος τε καὶ φερομένου καὶ ῥέοντός φαμεν σημαίνειν ἡμῖν τὴν οὐσίαν τὰ ὀνόματα. ἄλλο τι οὕτω σοι δοκεῖ δηλοῦν;
436e
However, I should be surprised if names are really consistent. Let us review our previous discussion. Names, we said, indicate nature to us, assuming that all things are in motion and flux. Do you not think they do so?
437a
Κρατύλος:
πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει.
Σωκράτης:
σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴν “ἐπιστήμην,” ὡς ἀμφίβολόν [ἐστι], καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι ἵστησιν ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ἢ ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἢ ἐμβάλλοντας τὸ εἶ “ἑπεϊστήμην,” ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα. ἔπειτα τὸ “βέβαιον,” ὅτι βάσεώς τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλ' οὐ φορᾶς.
437a
Cratylus:
Yes, and they indicate it correctly.
Socrates:
Let us first take up again the word
(knowledge) and see how ambiguous it is, seeming to indicate that it makes our soul stand still (
) at things, rather than that it is carried round with them, so it is better to speak the beginning of it as we now do than to insert the epsilon and say
; we should insert an iota rather than an epsilon. Then take
(firm), which expresses position and rest, not motion.
437b
ἔπειτα ἡ “ἱστορία” αὐτό που σημαίνει ὅτι ἵστησι τὸν ῥοῦν. καὶ τὸ “πιστὸν” ἱστὰν παντάπασι σημαίνει. ἔπειτα δὲ ἡ “μνήμη” παντί που μηνύει ὅτι μονή ἐστιν ἐν τῇ ψυχῇ ἀλλ' οὐ φορά. εἰ δὲ βούλει, ἡ “ἁμαρτία” καὶ ἡ “συμφορά,” εἰ κατὰ τὸ ὄνομά τις ἀκολουθήσει, φανεῖται ταὐτὸν τῇ “συνέσει” ταύτῃ καὶ “ἐπιστήμῃ” καὶ τοῖς ἄλλοις πᾶσι τοῖς περὶ τὰ σπουδαῖα ὀνόμασιν. ἔτι τοίνυν ἡ “ἀμαθία” καὶ ἡ “ἀκολασία” παραπλησία τούτοις φαίνεται: ἡ μὲν
437b
And
(inquiry) means much the same, that it stops (
) the flow. And
(faithful) most certainly means that which stops (
) motion. Then again, anyone can see that
(memory) expresses rest (
) in the soul, not motion. On the other hand,
(error) and
(misfortune), if you consider merely the form of the names, will appear to be the same as
(intellect) and
and all the other names of good significance. Moreover,
(ignorance) and
(unrestraint) also appear to be like them; for the former,
,
437c
γὰρ τοῦ ἅμα θεῷ ἰόντος πορεία φαίνεται, ἡ “ἀμαθία,” ἡ δ' “ἀκολασία” παντάπασιν ἀκολουθία τοῖς πράγμασι φαίνεται. καὶ οὕτως, ἃ νομίζομεν ἐπὶ τοῖς κακίστοις ὀνόματα εἶναι, ὁμοιότατ' ἂν φαίνοιτο τοῖς ἐπὶ τοῖς καλλίστοις. οἶμαι δὲ καὶ ἄλλα πόλλ' ἄν τις εὕροι εἰ πραγματεύοιτο, ἐξ ὧν οἰηθείη ἂν αὖ πάλιν τὸν τὰ ὀνόματα τιθέμενον οὐχὶ ἰόντα οὐδὲ φερόμενα ἀλλὰ μένοντα τὰ πράγματα σημαίνειν.
437c
seems to be
(the progress of one who goes with God), and
seems to be exactly
(movement in company with things). And so names which we believe have the very worst meanings appear to be very like those which have the best. And I think we could, if we took pains, find many other words which would lead us to reverse our judgement and believe that the giver of names meant that things were not in progress or in motion, but were at rest.
Cratylus:
But, Socrates, you see that most of the names
437d
Κρατύλος:
ἀλλ', ὦ Σώκρατες, ὁρᾷς ὅτι τὰ πολλὰ ἐκείνως ἐσήμαινεν.
Σωκράτης:
τί οὖν τοῦτο, ὦ Κρατύλε; ὥσπερ ψήφους διαριθμησόμεθα τὰ ὀνόματα, καὶ ἐν τούτῳ ἔσται ἡ ὀρθότης; ὁπότερα ἂν πλείω φαίνηται τὰ ὀνόματα σημαίνοντα, ταῦτα δὴ ἔσται τἀληθῆ;
Κρατύλος:
οὔκουν εἰκός γε.
Σωκράτης:
οὐδ' ὁπωστιοῦν, ὦ φίλε. καὶ ταῦτα μέν γε αὐτοῦ
437d
indicate motion.
Socrates:
What of that, Cratylus? Are we to count names like votes, and shall correctness rest with the majority? Are those to be the true names which are found to have that one of the two meanings which is expressed by the greater number?
Cratylus:
That is not reasonable.
Socrates:
No, not in the least, my friend.
438a
ἐάσωμεν, ἐπανέλθωμεν δὲ πάλιν ὅθεν δεῦρο μετέβημεν. ἄρτι γὰρ ἐν τοῖς πρόσθεν, εἰ μέμνησαι, τὸν τιθέμενον τὰ ὀνόματα ἀναγκαῖον ἔφησθα εἶναι εἰδότα τίθεσθαι οἷς ἐτίθετο. πότερον οὖν ἔτι σοι δοκεῖ οὕτως ἢ οὔ;
Κρατύλος:
ἔτι.
Σωκράτης:
ἦ καὶ τὸν τὰ πρῶτα τιθέμενον εἰδότα φῂς τίθεσθαι;
Κρατύλος:
εἰδότα.
Σωκράτης:
ἐκ ποίων οὖν ὀνομάτων ἢ μεμαθηκὼς ἢ ηὑρηκὼς ἦν
438a
Now let us drop this and return to the point at which we digressed. A little while ago, you may remember, you said he who gave names must have known the things to which he gave them. Do you still hold that opinion, or not?
Cratylus:
I do.
Socrates:
And you say that he who gave the first names also knew the things which he named?
Cratylus:
Yes, he knew them.
Socrates:
But from what names had he learned or discovered the things,
438b
τὰ πράγματα, εἴπερ τά γε πρῶτα μήπω ἔκειτο, μαθεῖν δ' αὖ φαμεν τὰ πράγματα καὶ εὑρεῖν ἀδύνατον εἶναι ἄλλως ἢ τὰ ὀνόματα μαθόντας ἢ αὐτοὺς ἐξευρόντας οἷά ἐστι;
Κρατύλος:
δοκεῖς τί μοι λέγειν, ὦ Σώκρατες.
Σωκράτης:
τίνα οὖν τρόπον φῶμεν αὐτοὺς εἰδότας θέσθαι ἢ νομοθέτας εἶναι, πρὶν καὶ ὁτιοῦν ὄνομα κεῖσθαί τε καὶ ἐκείνους εἰδέναι, εἴπερ μὴ ἔστι τὰ πράγματα μαθεῖν ἀλλ' ἢ ἐκ τῶν ὀνομάτων;
438b
if the first names had not yet been given, and if we declare that it is impossible to learn or discover things except by learning or ourselves discovering the names?
Cratylus:
I think there is something in what you say, Socrates.
Socrates:
How can we assert that they gave names or were lawgivers with knowledge, before any name whatsoever had been given, and before they knew any names, if things cannot be learned except through their names?
438c
Κρατύλος:
οἶμαι μὲν ἐγὼ τὸν ἀληθέστατον λόγον περὶ τούτων εἶναι, ὦ Σώκρατες, μείζω τινὰ δύναμιν εἶναι ἢ ἀνθρωπείαν τὴν θεμένην τὰ πρῶτα ὀνόματα τοῖς πράγμασιν, ὥστε ἀναγκαῖον εἶναι αὐτὰ ὀρθῶς ἔχειν.
Σωκράτης:
εἶτα οἴει ἐναντία ἂν ἐτίθετο αὐτὸς αὑτῷ ὁ θείς, ὢν δαίμων τις ἢ θεός; ἢ οὐδέν σοι ἐδοκοῦμεν ἄρτι λέγειν;
Κρατύλος:
ἀλλὰ μὴ οὐκ ἦν τούτων τὰ ἕτερα ὀνόματα.
Σωκράτης:
πότερα, ὦ ἄριστε, τὰ ἐπὶ τὴν στάσιν ἄγοντα ἢ τὰ ἐπὶ τὴν φοράν; οὐ γάρ που κατὰ τὸ ἄρτι λεχθὲν πλήθει κριθήσεται.
438c
Cratylus:
I think the truest theory of the matter, Socrates, is that the power which gave the first names to things is more than human, and therefore the names must necessarily be correct.
Socrates:
Then, in your opinion, he who gave the names, though he was a spirit or a god, would have given names which made him contradict himself? Or do you think there is no sense in what we were saying just now?
Cratylus:
But, Socrates, those that make up one of the two classes are not really names.
Socrates:
Which of the two, my excellent friend; the class of those which point towards rest or of those that point towards motion? We agreed just now that the matter is not to be determined by mere numbers.
438d
Κρατύλος:
οὔτοι δὴ δίκαιόν γε, ὦ Σώκρατες.
Σωκράτης:
ὀνομάτων οὖν στασιασάντων, καὶ τῶν μὲν φασκόντων ἑαυτὰ εἶναι τὰ ὅμοια τῇ ἀληθείᾳ, τῶν δ' ἑαυτά, τίνι ἔτι διακρινοῦμεν, ἢ ἐπὶ τί ἐλθόντες; οὐ γάρ που ἐπὶ ὀνόματά γε ἕτερα ἄλλα τούτων: οὐ γὰρ ἔστιν, ἀλλὰ δῆλον ὅτι ἄλλ' ἄττα ζητητέα πλὴν ὀνομάτων, ἃ ἡμῖν ἐμφανιεῖ ἄνευ ὀνομάτων ὁπότερα τούτων ἐστὶ τἀληθῆ, δείξαντα δῆλον ὅτι τὴν ἀλήθειαν τῶν ὄντων.
438d
Cratylus:
No; that would not be right, Socrates.
Socrates:
Then since the names are in conflict, and some of them claim that they are like the truth, and others that they are, how can we decide, and upon what shall we base our decision? Certainly not upon other names differing from these, for there are none. No, it is plain that we must look for something else, not names, which shall show us which of these two kinds are the true names, which of them, that is to say,
438e
Κρατύλος:
δοκεῖ μοι οὕτω.
Σωκράτης:
ἔστιν ἄρα, ὡς ἔοικεν, ὦ Κρατύλε, δυνατὸν μαθεῖν ἄνευ ὀνομάτων τὰ ὄντα, εἴπερ ταῦτα οὕτως ἔχει.
Κρατύλος:
φαίνεται.
Σωκράτης:
διὰ τίνος ἄλλου οὖν ἔτι προσδοκᾷς ἂν ταῦτα μαθεῖν; ἆρα δι' ἄλλου του ἢ οὗπερ εἰκός τε καὶ δικαιότατον, δι' ἀλλήλων γε, εἴ πῃ συγγενῆ ἐστιν, καὶ αὐτὰ δι' αὑτῶν; τὸ γάρ που ἕτερον ἐκείνων καὶ ἀλλοῖον ἕτερον ἄν τι καὶ ἀλλοῖον σημαίνοι ἀλλ' οὐκ ἐκεῖνα.
Κρατύλος:
ἀληθῆ μοι φαίνῃ λέγειν.
438e
show the truth of things.
Cratylus:
That is my opinion.
Socrates:
Then if that is true, Cratylus, it seems that things may be learned without names.
Cratylus:
So it appears.
Socrates:
What other way is left by which you could expect to know them? What other than the natural and the straightest way, through each other, if they are akin, and through themselves? For that which is other and different from them would signify not them, but something other and different.
Cratylus:
I think that is true.
439a
Σωκράτης:
ἔχε δὴ πρὸς Διός: τὰ δὲ ὀνόματα οὐ πολλάκις μέντοι ὡμολογήσαμεν τὰ καλῶς κείμενα ἐοικότα εἶναι ἐκείνοις ὧν ὀνόματα κεῖται, καὶ εἶναι εἰκόνας τῶν πραγμάτων;
Κρατύλος:
ναί.
Σωκράτης:
εἰ οὖν ἔστι μὲν ὅτι μάλιστα δι' ὀνομάτων τὰ πράγματα μανθάνειν, ἔστι δὲ καὶ δι' αὐτῶν, ποτέρα ἂν εἴη καλλίων καὶ σαφεστέρα ἡ μάθησις; ἐκ τῆς εἰκόνος μανθάνειν αὐτήν τε αὐτὴν εἰ καλῶς εἴκασται, καὶ τὴν ἀλήθειαν ἧς ἦν εἰκών,
439a
Socrates:
Stop for Heaven's sake! Did we not more than once agree that names which are rightly given are like the things named and are images of them?
Cratylus:
Yes.
Socrates:
Then if it be really true that things can be learned either through names or through themselves which would be the better and surer way of learning? To learn from the image whether it is itself a good imitation and also to learn the truth which it imitates,
439b
ἢ ἐκ τῆς ἀληθείας αὐτήν τε αὐτὴν καὶ τὴν εἰκόνα αὐτῆς εἰ πρεπόντως εἴργασται;
Κρατύλος:
ἐκ τῆς ἀληθείας μοι δοκεῖ ἀνάγκη εἶναι.
Σωκράτης:
ὅντινα μὲν τοίνυν τρόπον δεῖ μανθάνειν ἢ εὑρίσκειν τὰ ὄντα, μεῖζον ἴσως ἐστὶν ἐγνωκέναι ἢ κατ' ἐμὲ καὶ σέ: ἀγαπητὸν δὲ καὶ τοῦτο ὁμολογήσασθαι, ὅτι οὐκ ἐξ ὀνομάτων ἀλλὰ πολὺ μᾶλλον αὐτὰ ἐξ αὑτῶν καὶ μαθητέον καὶ ζητητέον ἢ ἐκ τῶν ὀνομάτων.
Κρατύλος:
φαίνεται, ὦ Σώκρατες.
Σωκράτης:
ἔτι τοίνυν τόδε σκεψώμεθα, ὅπως μὴ ἡμᾶς τὰ
439b
or to learn from the truth both the truth itself and whether the image is properly made?
Cratylus:
I think it is certainly better to learn from the truth.
Socrates:
How realities are to be learned or discovered is perhaps too great a question for you or me to determine; but it is worth while to have reached even this conclusion, that they are to be learned and sought for, not from names but much better through themselves than through names.
Cratylus:
That is clear, Socrates.
Socrates:
Then let us examine one further point to avoid being deceived by the fact that most of these names tend in the same direction.
439c
πολλὰ ταῦτα ὀνόματα ἐς ταὐτὸν τείνοντα ἐξαπατᾷ, εἰ τῷ ὄντι μὲν οἱ θέμενοι αὐτὰ διανοηθέντες γε ἔθεντο ὡς ἰόντων ἁπάντων ἀεὶ καὶ ῥεόντων—φαίνονται γὰρ ἔμοιγε καὶ αὐτῷ οὕτω διανοηθῆναι—τὸ δ', εἰ ἔτυχεν, οὐχ οὕτως ἔχει, ἀλλ' οὗτοι αὐτοί τε ὥσπερ εἴς τινα δίνην ἐμπεσόντες κυκῶνται καὶ ἡμᾶς ἐφελκόμενοι προσεμβάλλουσιν. σκέψαι γάρ, ὦ θαυμάσιε Κρατύλε, ὃ ἔγωγε πολλάκις ὀνειρώττω. πότερον φῶμέν τι εἶναι αὐτὸ καλὸν καὶ ἀγαθὸν καὶ ἓν ἕκαστον τῶν
439c
Suppose it should prove that although those who gave the names gave them in the belief that all things are in motion and flux—I myself think they did have that belief— still in reality that is not the case, and the namegivers themselves, having fallen into a kind of vortex, are whirled about, dragging us along with them. Consider, my worthy Cratylus, a question about which I often dream. Shall we assert that there is any absolute beauty, or good, or any other absolute existence,
439d
ὄντων οὕτω, ἢ μή;
Κρατύλος:
ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, [εἶναι].
Σωκράτης:
αὐτὸ τοίνυν ἐκεῖνο σκεψώμεθα, μὴ εἰ πρόσωπόν τί ἐστιν καλὸν ἤ τι τῶν τοιούτων, καὶ δοκεῖ ταῦτα πάντα ῥεῖν: ἀλλ' αὐτό, φῶμεν, τὸ καλὸν οὐ τοιοῦτον ἀεί ἐστιν οἷόν ἐστιν;
Κρατύλος:
ἀνάγκη.
Σωκράτης:
ἆρ' οὖν οἷόν τε προσειπεῖν αὐτὸ ὀρθῶς, εἰ ἀεὶ ὑπεξέρχεται, πρῶτον μὲν ὅτι ἐκεῖνό ἐστιν, ἔπειτα ὅτι τοιοῦτον, ἢ ἀνάγκη ἅμα ἡμῶν λεγόντων ἄλλο αὐτὸ εὐθὺς γίγνεσθαι καὶ ὑπεξιέναι καὶ μηκέτι οὕτως ἔχειν;
Κρατύλος:
ἀνάγκη.
439d
or not?
Cratylus:
I think there is, Socrates.
Socrates:
Then let us consider the absolute, not whether a particular face, or something of that sort, is beautiful, or whether all these things are in flux. Is not, in our opinion, absolute beauty always such as it is?
Cratylus:
That is inevitable.
Socrates:
Can we, then, if it is always passing away, correctly say that it is this, then that it is that, or must it inevitably, in the very instant while we are speaking, become something else and pass away and no longer be what it is?
Cratylus:
That is inevitable.
439e
Σωκράτης:
πῶς οὖν ἂν εἴη τὶ ἐκεῖνο ὃ μηδέποτε ὡσαύτως ἔχει; εἰ γάρ ποτε ὡσαύτως ἴσχει, ἔν γ' ἐκείνῳ τῷ χρόνῳ δῆλον ὅτι οὐδὲν μεταβαίνει: εἰ δὲ ἀεὶ ὡσαύτως ἔχει καὶ τὸ αὐτό ἐστι, πῶς ἂν τοῦτό γε μεταβάλλοι ἢ κινοῖτο, μηδὲν ἐξιστάμενον τῆς αὑτοῦ ἰδέας;
Κρατύλος:
οὐδαμῶς.
Σωκράτης:
ἀλλὰ μὴν οὐδ' ἂν γνωσθείη γε ὑπ' οὐδενός. ἅμα
439e
Socrates:
How, then, can that which is never in the same state be anything? For if it is ever in the same state, then obviously at that time it is not changing; and if it is always in the same state and is always the same, how can it ever change or move without relinquishing its own form?
Cratylus:
It cannot do so at all.
Socrates:
No, nor can it be known by anyone.
440a
γὰρ ἂν ἐπιόντος τοῦ γνωσομένου ἄλλο καὶ ἀλλοῖον γίγνοιτο, ὥστε οὐκ ἂν γνωσθείη ἔτι ὁποῖόν γέ τί ἐστιν ἢ πῶς ἔχον: γνῶσις δὲ δήπου οὐδεμία γιγνώσκει ὃ γιγνώσκει μηδαμῶς ἔχον.
Κρατύλος:
ἔστιν ὡς λέγεις.
Σωκράτης:
ἀλλ' οὐδὲ γνῶσιν εἶναι φάναι εἰκός, ὦ Κρατύλε, εἰ μεταπίπτει πάντα χρήματα καὶ μηδὲν μένει. εἰ μὲν γὰρ αὐτὸ τοῦτο, ἡ γνῶσις, τοῦ γνῶσις εἶναι μὴ μεταπίπτει, μένοι τε ἂν ἀεὶ ἡ γνῶσις καὶ εἴη γνῶσις. εἰ δὲ καὶ αὐτὸ τὸ εἶδος
440a
For at the moment when he who seeks to know it approaches, it becomes something else and different, so that its nature and state can no longer be known; and surely there is no knowledge which knows that which is in no state.
Cratylus:
It is as you say.
Socrates:
But we cannot even say that there is any knowledge, if all things are changing and nothing remains fixed; for if knowledge itself does not change and cease to be knowledge, then knowledge would remain, and there would be knowledge; but if the very essence of knowledge changes,
440b
μεταπίπτει τῆς γνώσεως, ἅμα τ' ἂν μεταπίπτοι εἰς ἄλλο εἶδος γνώσεως καὶ οὐκ ἂν εἴη γνῶσις: εἰ δὲ ἀεὶ μεταπίπτει, ἀεὶ οὐκ ἂν εἴη γνῶσις, καὶ ἐκ τούτου τοῦ λόγου οὔτε τὸ γνωσόμενον οὔτε τὸ γνωσθησόμενον ἂν εἴη. εἰ δὲ ἔστι μὲν ἀεὶ τὸ γιγνῶσκον, ἔστι δὲ τὸ γιγνωσκόμενον, ἔστι δὲ τὸ καλόν, ἔστι δὲ τὸ ἀγαθόν, ἔστι δὲ ἓν ἕκαστον τῶν ὄντων, οὔ μοι φαίνεται ταῦτα ὅμοια ὄντα, ἃ νῦν ἡμεῖς λέγομεν, ῥοῇ
440b
at the moment of the change to another essence of knowledge there would be no knowledge, and if it is always changing, there will always be no knowledge, and by this reasoning there will be neither anyone to know nor anything to be known. But if there is always that which knows and that which is known—if the beautiful, the good, and all the other verities exist—I do not see how there is any likeness between these conditions of which I am now speaking and flux or motion.
440c
οὐδὲν οὐδὲ φορᾷ. ταῦτ' οὖν πότερόν ποτε οὕτως ἔχει ἢ ἐκείνως ὡς οἱ περὶ Ἡράκλειτόν τε λέγουσιν καὶ ἄλλοι πολλοί, μὴ οὐ ῥᾴδιον ᾖ ἐπισκέψασθαι, οὐδὲ πάνυ νοῦν ἔχοντος ἀνθρώπου ἐπιτρέψαντα ὀνόμασιν αὑτὸν καὶ τὴν αὑτοῦ ψυχὴν θεραπεύειν, πεπιστευκότα ἐκείνοις καὶ τοῖς θεμένοις αὐτά, διισχυρίζεσθαι ὥς τι εἰδότα, καὶ αὑτοῦ τε καὶ τῶν ὄντων καταγιγνώσκειν ὡς οὐδὲν ὑγιὲς οὐδενός, ἀλλὰ πάντα ὥσπερ κεράμια ῥεῖ, καὶ ἀτεχνῶς ὥσπερ οἱ κατάρρῳ νοσοῦντες
440c
Now whether this is the nature of things, or the doctrine of Heracleitus and many others is true, is another question; but surely no man of sense can put himself and his soul under the control of names, and trust in names and their makers to the point of affirming that he knows anything; nor will he condemn himself and all things and say that there is no health in them, but that all things are flowing like leaky pots,
440d
ἄνθρωποι οὕτως οἴεσθαι καὶ τὰ πράγματα διακεῖσθαι, ὑπὸ ῥεύματός τε καὶ κατάρρου πάντα [τὰ] χρήματα ἔχεσθαι. ἴσως μὲν οὖν δή, ὦ Κρατύλε, οὕτως ἔχει, ἴσως δὲ καὶ οὔ. σκοπεῖσθαι οὖν χρὴ ἀνδρείως τε καὶ εὖ, καὶ μὴ ῥᾳδίως ἀποδέχεσθαι—ἔτι γὰρ νέος εἶ καὶ ἡλικίαν ἔχεις—σκεψάμενον δέ, ἐὰν εὕρῃς, μεταδιδόναι καὶ ἐμοί.
Κρατύλος:
ἀλλὰ ποιήσω ταῦτα. εὖ μέντοι ἴσθι, ὦ Σώκρατες, ὅτι οὐδὲ νυνὶ ἀσκέπτως ἔχω, ἀλλά μοι σκοπουμένῳ καὶ
440d
or believe that all things are just like people afflicted with catarrh, flowing and running all the time. Perhaps, Cratylus, this theory is true, but perhaps it is not. Therefore you must consider courageously and thoroughly and not accept anything carelessly—for you are still young and in your prime; then, if after investigation you find the truth, impart it to me.
Cratylus:
I will do so. However, I assure you, Socrates, that I have already considered the matter, and after toilsome consideration
440e
πράγματα ἔχοντι πολὺ μᾶλλον ἐκείνως φαίνεται ἔχειν ὡς Ἡράκλειτος λέγει.
Σωκράτης:
εἰς αὖθις τοίνυν με, ὦ ἑταῖρε, διδάξεις, ἐπειδὰν ἥκῃς: νῦν δέ, ὥσπερ παρεσκεύασαι, πορεύου εἰς ἀγρόν: προπέμψει δέ σε καὶ Ἑρμογένης ὅδε.
Κρατύλος:
ταῦτ' ἔσται, ὦ Σώκρατες, ἀλλὰ καὶ σὺ πειρῶ ἔτι ἐννοεῖν ταῦτα ἤδη.
440e
I think the doctrine of Heracleitus is much more likely to be true.
Socrates:
Some other time, then, my friend, you will teach me, when you come back; but now go into the country as you have made ready to do; and Hermogenes here will go with you a bit.
Cratylus:
Very well, Socrates, and I hope you also will continue to think of these matters.